Thesauros Literature Oratory κατὰ Διονυσοδώρου βλάβης

κατὰ Διονυσοδώρου βλάβης

κατὰ Διονυσοδώρου βλάβης Demosthenes
20 καὶ συγγραφὴν διαρρήδην γραψάμενος ἐφʼ ᾧ τε καταπλεῖν τὴν ναῦν εἰς τὸ ὑμέτερον ἐμπόριον, εἰ δὲ μή, ἀποτίνειν διπλάσια τὰ χρήματα, μήτε τὴν ναῦν κατακεκόμικεν εἰς τὸν Πειραιᾶ μήτε τὰ χρήματα ἀποδίδωσι τοῖς δανείσασιν, τόν τε σῖτον ἐξελόμενος ἐν Ῥόδῳ ἀπέδοτο, καὶ ταῦτα διαπεπραγμένος μηδὲν ἧττον τολμᾷ βλέπειν εἰς τὰ ὑμέτερα πρόσωπα;
21 ἃ δὴ λέγει πρὸς ταῦτα ἀκούσατε. φησὶ γὰρ τὴν ναῦν πλέουσαν ἐξ Αἰγύπτου ῥαγῆναι, καὶ διὰ ταῦτα ἀναγκασθῆναι καὶ προσσχεῖν εἰς τὴν Ῥόδον κἀκεῖ ἐξελέσθαι τὸν σῖτον. καὶ τούτου τεκμήριον λέγει, ὡς ἄρα ἐκ τῆς Ῥόδου μισθώσαιτο πλοῖα καὶ δεῦρο ἀποστείλειε τῶν χρημάτων ἔνια. ἓν μὲν τοῦτό ἐστιν αὐτῷ μέρος τῆς ἀπολογίας, δεύτερον δʼ ἐκεῖνο·
22 φησὶ γὰρ ἑτέρους τινὰς δανειστὰς συγκεχωρηκέναι αὑτῷ τοὺς τόκους τοὺς εἰς Ῥόδον· δεινὸν οὖν, εἰ ἡμεῖς μὴ συγχωρήσομεν ταὐτὰ ἐκείνοις. τρίτον πρὸς τούτοις τὴν συγγραφὴν κελεύειν φησὶν αὑτὸν σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, τὴν δὲ ναῦν οὐ σεσῷσθαι εἰς τὸν Πειραιᾶ. πρὸς ἕκαστον δὴ τούτων, ὦ ἄνδρες δικασταί, ἀκούσατε ἃ λέγομεν δίκαια.
23 πρῶτον μὲν τὸ ῥαγῆναι τὴν ναῦν ὅταν λέγῃ, οἶμαι πᾶσιν ὑμῖν φανερὸν εἶναι ὅτι ψεύδεται. εἰ γὰρ τοῦτο συνέβη παθεῖν τῇ νηί, οὔτʼ ἂν εἰς τὴν Ῥόδον ἐσώθη οὔτʼ ἂν ὕστερον πλόϊμος ἦν. νῦν δὲ φαίνεται εἰς τὴν Ῥόδον σωθεῖσα καὶ πάλιν ἐκεῖθεν ἀποσταλεῖσα εἰς Αἴγυπτον καὶ ἔτι καὶ νῦν πλέουσα πανταχόσε, πλὴν οὐκ εἰς Ἀθήνας. καίτοι πῶς οὐκ ἄτοπον, ὅταν μὲν εἰς τὸ Ἀθηναίων ἐμπόριον δεήσῃ κατάγειν τὴν ναῦν, ῥαγῆναι φάσκειν, ὅταν δὲ εἰς τὴν Ῥόδον τὸν σῖτον ἐξελέσθαι, τηνικαῦτα δὲ πλόϊμον οὖσαν φαίνεσθαι τὴν αὐτὴν ναῦν;
24 διὰ τί οὖν, φησίν, ἐμισθωσάμην ἕτερα πλοῖα καὶ μετεξειλόμην τὸν γόμον καὶ δεῦρʼ ἀπέστειλα; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ τῶν ἁπάντων ἀγωγίμων οὔθʼ οὗτος ἦν κύριος οὔθʼ ὁ κοινωνὸς αὐτοῦ, ἀλλʼ οἱ ἐπιβάται τὰ ἑαυτῶν χρήματα ἀπέστελλον οἶμαι δεῦρο ἐν ἑτέροις πλοίοις ἐξ ἀνάγκης, ἐπειδὴ προκατέλυσαν οὗτοι τὸν πλοῦν· ὧν μέντοι αὐτοὶ ἦσαν κύριοι, οὐδὲ ταῦτα ἀπέστελλον πάντα δεῦρο, ἀλλʼ ἐκλεγόμενοι τίνων αἱ τιμαὶ ἐπετέταντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme