43
οὐ μὴν ἔλατ- τόν γε τούτου σημεῖον ὑμῖν, ἀλλὰ μεῖζον παρασχήσομαι διότι τοῦτʼ ἔστιν ἀληθές, ὃ πάντες ἀκούσαντες ὁμολογήσετε. Θεοκρίνης γὰρ οὑτοσὶ τοῦτον διώκων παρανόμων, τὸν μιαρόν, ὡς αὐτίκα φήσει, καὶ τῶν νῦν αὐτῷ κακῶν αἴτιον, φανερῶς ἀφῆκε τῆς γραφῆς, ἐφʼ ᾗ δέκα τάλαντα ἐπεγράψατο τίμημα. πῶς; οὐδὲν καινὸν διαπραξάμενος, ἀλλʼ ὅπερ ἕτεροί τινες τῶν ὁμοίων τούτῳ. τὸν μὲν Δημοσθένην τις ὑπωμόσατο καλουμένης τῆς γραφῆς ὡς νοσοῦντα, τὸν περιιόντα καὶ λοιδορούμενον Αἰσχίνῃ· τοῦτον δʼ οὗτος τὸν ἐχθρὸν εἴασεν, καὶ οὔτε τότε ἀνθυπωμόσατο οὔθʼ ὕστερον ἐπήγγελκεν. ἆρʼ οὐ περιφανῶς οὗτοι φενακίζουσιν ὑμᾶς τοὺς προσέχοντας τούτοις ὡς ἐχθροῖς; λέγε τὰς μαρτυρίας.
43
ΜΑΡΤΥΡΙΑΙ.
44
οὐκοῦν δίκαιόν ἐστιν, ὦ ἄνδρες δικασταί, μηδʼ ὑμᾶς τῶν φησόντων Θεοκρίνῃ διὰ τὴν πρὸς Δημοσθένην ἔχθραν συνερεῖν ἐθέλειν ἀκούειν, ἀλλὰ κελεύειν αὐτούς, εἴπερ ὡς ἀληθῶς ἐχθροί εἰσιν τοῦ Δημοσθένους, αὐτὸν ἐκεῖνον γράφεσθαι καὶ μὴ ἐπιτρέπειν αὐτῷ παράνομα γράφειν. εἰσὶ δὲ δεινοὶ καὶ οὗτοι, καὶ πιστεύονται μᾶλλον παρʼ ὑμῖν. ἀλλʼ οὐ ποιήσουσι τοῦτο. διὰ τί; ὅτι φασὶ πολεμεῖν ἀλλήλοις οὐ πολεμοῦντες.
45
περὶ μὲν οὖν τῆς τούτων ἔχθρας ὑμεῖς ἂν ἀκριβέστερον ἐμοὶ διεξέλθοιτε ἢ ἐγὼ ὑμῖν. ἡδέως δʼ ἂν ἠρόμην Θεοκρίνην ἐναντίον ὑμῶν, εἴ μοι ἔμελλεν ἀποκρινεῖσθαι δικαίως, τί ποτʼ ἂν ἐποίησεν, ἐπειδή φησιν ἐπὶ τῷ κωλύειν τετάχθαι τοὺς παράνομα γράφοντας, εἴ τις ἐν τῷ δήμῳ διαλεχθεὶς ἅπασι τοῖς πολίταις καὶ πείσας ἔγραψεν ἐξεῖναι τοῖς ἀτίμοις καὶ τοῖς ὀφείλουσιν τῷ δημοσίῳ γράφεσθαι, φαίνειν, ἐνδεικνύειν, ἁπλῶς ποιεῖν ὅσαπερ νῦν ὁ νόμος κωλύει πράττειν,
46
πότερον ἐγράψατο ἂν παρανόμων τὸν ταῦτʼ εἰπόντα, ἢ οὔ; εἰ μὲν γὰρ μή φήσει ἂν γράψασθαι, πῶς χρὴ πιστεύειν αὐτῷ λέγοντι, ὡς φυλάττει τοὺς παράνομα γράφοντας; εἰ δʼ ἐγράψατʼ ἄν, πῶς οὐ δεινόν ἐστιν ἑτέρου μὲν γράψαντος κωλύειν ἂν τέλος ἔχειν τὸ ψήφισμα, ἵνα μὴ πάντες τοῦτο ποιῶσι, καὶ γραφὴν ἀπενεγκόντα παραγραψάμενον σαφῶς τοὺς νόμους κωλύειν τὸ πρᾶγμα,