47
νυνὶ δὲ αὐτὸν τοῦτον, μήτε πείσαντα τὸν δῆμον μήτε κοινὸν καταστήσαντα τὸ πρᾶγμα, γράφεσθαι τῶν νόμων αὐτῷ ἀπαγορευόντων (καὶ δεινὰ φήσει αὐτίκα δὴ μάλα πάσχειν, εἰ μὴ ταῦτʼ ἐξέσται ποιεῖν αὐτῷ, καὶ διέξεισι τὰς ἐκ τῶν νόμων ζημίας, αἷς ἔνοχος ἐὰν ἁλῷ γενήσεται) τῶν δὲ νόμων μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν αὑτῷ τηλικαύτην δωρεὰν δεδόσθαι παρʼ ὑμῶν, ὅσην οὐδʼ αἰτῆσαι τετόλμηκεν οὐδείς;
48
ὅτι μὲν οὖν περὶ τῆς ἐνδείξεως οὐδὲν ἕξει δίκαιον λέγειν οὔτε Θεοκρίνης οὔτε τῶν ὑπὲρ τούτου λεγόντων οὐδείς, σχεδὸν εἰδέναι πάντας ὑμᾶς νομίζω. οἶμαι δʼ αὐτοὺς ἐπιχειρήσειν λέγειν, ὡς οὐδʼ εἰσὶν ἐνδείξεις τούτων ὅσοι μὴ ἐν ἀκροπόλει ἐγγεγραμμένοι εἰσίν, οὐδʼ ἐστὶ δίκαιον τούτους ὑπολαμβάνειν ὀφείλειν ὧν οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὰ ὀνόματα,
49
ὥσπερ ὑμᾶς ἀγνοήσοντας τὸν νόμον, ὃς ὀφείλειν κελεύει ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα, ἢ οὐ πᾶσι δῆλον ὂν ὅτι πολλαχῶς καὶ ὀφείλουσι τῷ δημοσίῳ καὶ ἐκτίνουσιν οἱ βουλόμενοι τοῖς νόμοις πείθεσθαι, καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ νόμου δῆλον. καί μοι πάλιν λαβὲ τὸν νόμον τοῦτον.
49
ΝΟΜΟΣ.
49
ἀκούεις, ὦ μιαρὸν σὺ θηρίον, ὅ τι κελεύει; ἀφʼ ἧς ἂν ὄφλῃ ἢ τὸν νόμον παραβῇ.
50
ἀκούω τοίνυν αὐτοὺς κἀκεῖνον ὑμῖν μέλλειν δεικνύναι τὸν νόμον, ὃς ἀπαλείφειν κελεύει τοῖς ἐγγεγραμμένοις ἀπὸ τοῦ ὀφλήματος καθʼ ὅ τι ἂν ἐκτίνῃ, καὶ ἐρήσεσθαι πῶς ἀπὸ τοῦ μηδʼ ἐγγεγραμμένου ἀπαλείψουσιν, ὥσπερ οὐ περὶ μὲν τῶν ἐγγεγραμμένων τοῦτον κείμενον, περὶ δὲ τῶν μὴ ἐγγεγραμμένων ὀφειλόντων δʼ ἐκεῖνον, ὃς κελεύει ἀπʼ ἐκείνης ὀφείλειν τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα.
51
τί οὖν οὐκ ἀγραφίου με, φήσει, γράφει, τὸν ὀφείλοντα καὶ μὴ ἐγγεγραμμένον; ὅτι ὁ νόμος οὐ κατὰ τῶν ὀφειλόντων καὶ μὴ ἐγγραφέντων κελεύει τὰς γραφὰς τοῦ ἀγραφίου εἶναι, ἀλλʼ οἵτινες ἂν ἐγγραφέντες καὶ μὴ ἐκτείσαντες τῇ πόλει τὸ ὄφλημα ἐξαλειφθῶσι. καί μοι λαβὲ τὸν νόμον καὶ ἀνάγνωθι.
51
ΝΟΜΟΣ.