Thesauros Literature Oratory ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου

ἔνδειξις κατὰ Θεοκρίνου Demosthenes
70 ὃς ἐξαπατήσας τοὺς δικαστὰς οὐκ ἠθέλησε τιμήσασθαι μετρίου τινὸς τιμήματος τῷ πατρὶ τῷ ἐμῷ, πολλὰ ἐμοῦ δεηθέντος καὶ τοῦτον ἱκετεύσαντος πρὸς τῶν γονάτων, ἀλλʼ ὥσπερ τὴν πόλιν προδεδωκότι τῷ πατρὶ δέκα ταλάντων ἐτιμήσατο. δεόμεθʼ οὖν ὑμῶν, ἀντιβολοῦμεν, τὰ δίκαια ψηφίζεσθε.
70 βοήθησον ἡμῖν ὁ δεῖνα, εἴ τι ἔχεις, καὶ σύνειπε. ἀνάβηθι.
← Previous 18 / 18

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme