Thesauros Literature Oratory ἐρωτικὸς

ἐρωτικὸς

ἐρωτικὸς Demosthenes
57 μέμφομαι μὲν οὖν οὐδὲ νῦν οὐδένα τῶν σοὶ πλησιαζόντων· καὶ γάρ μοι δοκεῖ τῆς ἄλλης εὐτυχίας τῆς σῆς καὶ τοῦθʼ ἓν εἶναι, τὸ μηδενὸς φαύλου τυχεῖν ἐραστοῦ, ἀλλʼ οὓς ἄν τις ἕλοιτο βουλόμενος φίλους ἐκ τῶν ἡλικιωτῶν ἐκλέγεσθαι· παραινῶ μέντοι σοι φιλοφρονεῖσθαι μὲν πρὸς ἅπαντας τούτους καὶ ἔχειν ἡδέως, πείθεσθαι δὲ τοῖς πλεῖστον νοῦν ἔχουσιν αὐτῶν, ἵνα καὶ τούτοις αὐτοῖς ἔτι σπουδαιότερος δοκῇς εἶναι καὶ τοῖς ἄλλοις πολίταις. εὐτύχει.
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme