Thesauros Literature Oratory ἐρωτικὸς

ἐρωτικὸς

ἐρωτικὸς Demosthenes
29 καὶ γάρ τοι τοσοῦτον μετήλλαξας τῶν ἀνθρώπων τὰς διανοίας ὥστε πολλῶν θρυλούντων ὡς ἐν τοῖς ἱππικοῖς ἀγῶσιν ἡδίστην θέαν παρέχεται τὰ ναυαγοῦντα, καὶ δοκούντων ἀληθῆ ταῦτα λέγειν, ἐπὶ σοῦ τοὐναντίον τοὺς θεατὰς φοβεῖσθαι πάντας μή τι συμπέσῃ τοιοῦτον περὶ σέ· τοσαύτην εὔνοιαν καὶ φιλοτιμίαν ἡ σὴ φύσις αὐτοῖς παρέσχεν.
30 εἰκότως· καλὸν μὲν γὰρ καὶ τὸ καθʼ ἕν τι περίβλεπτον γενέσθαι, πολὺ δὲ κάλλιον τὸ πάντα περιλαβεῖν ἐφʼ οἷς ἄν τις νοῦν ἔχων φιλοτιμηθείη. δῆλον δʼ ἐκεῖθεν· εὑρήσομεν γὰρ Αἰακὸν μὲν καὶ Ῥαδάμανθυν διὰ σωφροσύνην, Ἡρακλέα δὲ καὶ Κάστορα καὶ Πολυδεύκην διʼ ἀνδρείαν, Γανυμήδην δὲ καὶ Ἄδωνιν καὶ ἄλλους τοιούτους διὰ κάλλος ὑπὸ θεῶν ἀγαπηθέντας. ὥστʼ ἔγωγʼ οὐ θαυμάζω τῶν ἐπιθυμούντων τῆς σῆς φιλίας, ἀλλὰ τῶν μὴ τοῦτον τὸν τρόπον διακειμένων· ὅπου γὰρ ἑνὸς ἑκάστου τῶν προειρημένων μετασχόντες τινὲς τῆς τῶν θεῶν ὁμιλίας ἠξιώθησαν, ἦ που τοῦ γʼ ἁπάντων κυρίου καταστάντος εὐκτὸν θνητῷ φύντι φίλον γενέσθαι.
31 δίκαιον μὲν οὖν καὶ πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους τοὺς σοὺς ζηλοῦσθαι, τοσοῦτον ὑπερέχοντος σοῦ τῶν ἡλικιωτῶν ἀρετῇ, πολὺ δὲ μᾶλλον οὓς σὺ ὁ τῶν τηλικούτων ἀγαθῶν ἠξιωμένος σαυτοῦ προκρίνας ἀξίους εἶναι φίλους ἐξ ἁπάντων αἱρεῖ. τοὺς μὲν γὰρ ἡ τύχη σοι μετόχους κατέστησεν, τοὺς δʼ ἡ σφετέρα καλοκἀγαθία προσσυνέστησεν·
32 οὓς οὐκ οἶδα πότερον ἐραστὰς ἢ μόνους ὀρθῶς γιγνώσκοντας προσαγορεῦσαι χρή. δοκεῖ γάρ μοι καὶ κατʼ ἀρχὰς ἡ τύχη, τῶν μὲν φαύλων καταφρονοῦσα, τὰς δὲ τῶν σπουδαίων ἀνδρῶν διανοίας ἐρεθίσαι βουληθεῖσα, τὴν σὴν φύσιν οὐ πρὸς ἡδονὴν ἐξαπατηθῆναι καλὴν ποιῆσαι, ἀλλὰ πρὸς ἀρετὴν εὐδαιμονῆσαι χρήσιμον.
33 πολλὰ δʼ ἔχων ἔτι περὶ σοῦ διελθεῖν, αὐτοῦ καταλύσειν μοι δοκῶ τὸν ἔπαινον, δεδιὼς μὴ καθʼ ὑπερβολὴν τῆς ἀνθρωπίνης φύσεως ὑπὲρ σοῦ διαλέγεσθαι δόξω· τοσοῦτον γὰρ ὡς ἔοικεν ἡ τῶν λόγων δύναμις ἔλαττον ἔχει τῆς ὄψεως, ὥστε τοῖς μὲν ὁρατοῖς οὐδεὶς ἀπιστεῖν ἀξιοῖ, τοὺς δὲ τούτων ἐπαίνους οὐδʼ ἂν ἐλλείπωσιν ἀληθεῖς εἶναι νομίζουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme