Thesauros Literature Oratory προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
2 ἵνʼ ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθʼ ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθʼ αὑτῷ δοκοῦντα, ἂν δʼ ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθʼ ὑμῖν ἐνοχλῇ μήθʼ αὑτὸν κόπτῃ. ἐγὼ δὴ τοῦτο πρῶτον ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λήψεσθʼ ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω.
38 ΛΗ
1 πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους· ὅταν γὰρ τὰ πράγματʼ ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ ʼθέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν· εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δʼ οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον;
2 τὸ μὲν οὖν ὀργίλως ὑμᾶς ἔχειν εἰκός ἐστιν ταῦτα πάσχοντας· τὸ δὲ μὴ τοῖς αἰτίοις, ἀλλὰ πᾶσιν ἐφεξῆς ὀργίζεσθαι, τοῦτʼ οὐκέτʼ εἰκὸς οὐδʼ ὀρθῶς ἔχον ἐστίν. οἱ γὰρ μηδενὸς μὲν αἴτιοι τῶν παρεληλυθότων, τὰ δὲ λοιπὰ πῶς ἔσται βελτίω λέγειν ἔχοντες, χάριν, οὐκ ἀπέχθειαν κομίσαιντʼ ἂν δικαίως παρʼ ὑμῶς· οὕς, ἐὰν ἀκαίρως δυσκολαίνητε, ὀκνεῖν ἀνίστασθαι ποιήσετε.
3 καίτοι ἔγωγʼ οὐκ ἀγνοῶ, ὅτι πολλάκις οὐ τοῖς αἰτίοις, ἀλλὰ τοῖς ἐμποδὼν οὖσι τοῖς ὀργιζομένοις ἀηδές τι παθεῖν συνέβη· ὅμως δʼ ἀνέστην συμβουλεύσων· πιστεύω γὰρ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φλαύρου μὲν μηδενὸς αἴτιος ὢν εὑρεθήσεσθαι, βελτίω δʼ ἑτέρων ὑμῖν ἔχειν συμβουλεῦσαι.
39 ΛΘ
1 τὰ μὲν γεγενημένʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦθʼ οἷα πάντες ἀκηκόατε· δεῖ δʼ ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντʼ ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθʼ ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτʼ ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον καὶ τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτʼ ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme