Thesauros Literature Oratory προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
3 εἰ δʼ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτʼ ἴσως βούλονται καὶ προσδοκῶσιν· ἐγὼ δʼ οὐ ποιήσω ταῦτα, ἀλλʼ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.
49 ΜΘ
1 οὐδένʼ ἂν εὖ φρονοῦντʼ ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι· οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα, ἂν μὴ τοὺς ἀκουσομένους ἔχῃ.
2 οὐ μὴν οὐδʼ ἐκεῖνʼ ἀλυσιτελὲς μετὰ ταῦτʼ ἂν φανείη, ὅσʼ ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ διʼ ὥραν ἡμέρας ἢ διʼ ἄλλην τινʼ αἰτίαν παρακρούσηται, ταῦθʼ ὅταν ποτὲ βούλησθʼ ὑμῶν αὐτῶν ὄντες ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵνʼ ἐὰν μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθʼ ὡς ἔλεγχον δεδωκότα, ἐὰν δʼ ἄρα μὴ τοιαῦθʼ εὑρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων, ἐξείη μεταβουλεύσασθαι.
3 τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγʼ ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι· οὗτοι δʼ αὖ τοὐναντίον ἐγκαλοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐδʼ ὑμῶν ἴσως ἀγνοοῦσιν οἱ πολλοί· δεῖ δʼ ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν.
50 Ν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme