Thesauros Literature Oratory Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
10 παρακαλῶ δʼ εἰς ταῦτʼ οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρʼ ἐνίων, ἀλλʼ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς. ἀλλʼ οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντʼ οὐδέν, ἀλλʼ ἐφʼ ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτʼ αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν.
11 αἱ μὲν οὖν παρασκευαὶ καὶ ἃ δεῖ φυλάξασθαι, καὶ ἃ πράττων τις ἂν κατʼ ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι· τοῖς δὲ καθʼ ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι,
12 καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων στρατηγῶν ἔργον ἐστίν. διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν· τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη.
13 νῦν μέντοι πάνθʼ ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας ἡ τύχη μεθʼ ὧν ἔσται.
14 τούτους δʼ ὑμᾶς δεῖ γενέσθαι. τούς θʼ ἡγεμόνας, διʼ ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε· καὶ ὅ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθʼ ὅπως μὴ ψεύσεται, μηδʼ ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται.
15 ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθʼ ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας· οὐδὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφʼ ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος· ἀλλʼ ἡ περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται. μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλʼ ὅ τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς, τοῦτο χειροτονεῖτε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme