20
ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δʼ εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν ʽοὐ γὰρ εὖ οἶδά γε· ἃ γὰρ ἐφʼ ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν̓, ἀλλʼ ὅτι καὶ τὴν πατρίδʼ ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρʼ ὑμῶν εὔχομαι τυχεῖν.
21
ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθʼ ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτʼ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθʼ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι· οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτʼ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν.
22
εἰκότως δʼ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι· καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτʼ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλʼ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε· παρʼ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ.
23
ἐπειδὴ δὲ καλῶς ποιοῦσʼ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ.
24
ἐπʼ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μʼ εὑρήσετε, οὐδʼ ἐπιτήδειον ἄτιμον εἶναι οὐδʼ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθʼ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθʼ ὑπάρχοντά μοι κατʼ ἐμαυτὸν σύμβολʼ εὐνοίας πρὸς ὑμᾶς.