Thesauros Literature Oratory Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου Isaeus ca. 420-ca. 350 B.C
49 καὶ ταῦτα πάντα λέγοντες καὶ διισχυριζόμενοι μηδέτερον ἀποφαίνωσιἀποφαίνωσιSchoemann: ἀποφήνωσι. μήθʼ,μήθʼBekker: μηδʼ. ὡς ἐγγυτέρω τῷ γένει προσήκουσι μήθʼ ὡς οἰκειότερον ἡμῶν πρὸς Κλεώνυμον διέκειντο, ὑμεῖς ἐνθυμεῖσθε ὅτι ἐκείνου κατηγοροῦσιν, ἀλλʼ οὐχ ὡς δίκαιόν ἐστι τὸ πρᾶγμα διδάσκουσιν ὑμᾶς.
50 ὥσθʼ ὑμεῖς ὅταν μὲν τοῖς τούτων λόγοις πιστεύητε, οὐ τούτους προσήκει ποιῆσαι τῶν ἐκείνου κληρονόμους, ἀλλὰ παράνοιαν Κλεωνύμου καταγιγνώσκειν, ὅταν δὲ τοῖς ἡμετέροις, ἐκεῖνόν τε νομίζειν ὀρθῶς βεβουλεῦσθαι λῦσαι τὰς διαθήκας βουλόμενον, ἡμᾶς τε μὴ συκοφαντεῖν ἀλλὰ δικαίως τούτων ἀμφισβητεῖν.
51 ἔπειτα, ὦ ἄνδρες, ἐνθυμεῖσθε ὅτι οὐχ οἷόν τε ὑμῖνὑμῖνMai: ἡμῖν. ἐστι κατὰ τοὺς τούτων λόγους γνῶναι περὶ αὐτῶν. πάντων γὰρ ἂν εἴη δεινότατον, εἰ τῶν ἀντιδίκων γιγνωσκόντων ἡμᾶς δίκαιον εἶναι τὸ μέρος αὐτῶν λαβεῖν, ὑμεῖς ἅπαντʼ αὐτοὺς ἔχειν ψηφιεῖσθε,ψηφιεῖσθεThalheim: ψηφίσεσθε. καὶ τούτους μὲν ἡγήσεσθε χρῆναι πλείω λαβεῖν ὧν αὐτοὶ σφᾶς αὐτοὺς ἠξίωσαν, ἡμᾶς δὲ μηδὲ τούτων ἀξιώσετε ὧν οἱ ἀντίδικοι συγχωροῦσιν ἡμῖν.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme