4
ἡμεῖς δὲ γένει μὲν ἐγγυτάτω προσήκοντες, χρώμενοι δὲ ἐκείνῳ πάντων οἰκειότατα, δεδωκότων δʼ ἡμῖν καὶ τῶν νόμων κατὰ τὴν ἀγχιστείαν καὶ αὐτοῦ τοῦ Κλεωνύμου διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν αὐτῷ, ἔτι δὲ Πολυάρχου, τοῦ πατρὸς 〈τοῦ〉τοῦadd. Dobree. Κλεωνύμου, πάππου δʼ ἡμετέρου, προστάξαντος, εἴ τι πάθοι Κλεώνυμος ἄπαις, ἡμῖν δοῦναι τὰ αὑτοῦ.
5
τοσούτων τοίνυν ἡμῖν ὑπαρχόντων οὗτοι, καὶ συγγενεῖς ὄντες καὶ οὐδὲν δίκαιον εἰπεῖν ἔχοντες, οὐκ αἰσχύνονται καταστήσαντες ἡμᾶς εἰς ἀγῶνα περὶ τούτων, περὶ ὧν αἰσχρὸν ἦν ἀμφισβητῆσαι καὶ τοῖς μηδὲν προσήκουσιν.
6
οὐχ ὁμοίως δέ μοι δοκοῦμεν, ὦ ἄνδρες, διακεῖσθαι πρὸς ἀλλήλους. ἐγὼ μὲν γὰρ οὐχ ὅτι ἀδίκως κινδυνεύω, τοῦθʼ ἡγοῦμαι μέγιστον εἶναι τῶν παρόντων κακῶν, ἀλλʼ ὅτι ἀγωνίζομαι πρὸς οἰκείους, οὓς οὐδʼ ἀμύνεσθαι καλῶς ἔχει· οὐ γὰρ ἂν ἐλάττω συμφορὰν ἡγησαίμηνἡγησαίμηνAldus: -άμην. κακῶς ποιεῖν τούτους ἀμυνόμενος, οἰκείους ὄντας, ἢ κακῶς παθεῖν ἐξ ἀρχῆς ὑπὸ τούτων.
7
οὗτοι δʼ οὐ τοιαύτην ἔχουσι τὴν γνώμην, ἀλλʼ ἥκουσιν ἐφʼ ἡμᾶς καὶ τοὺς φίλους παρακαλέσαντες καὶ ῥήτορας παρασκευασάμενοι καὶ οὐδὲν ἀπολείποντες τῆς αὑτῶν δυνάμεως, ὥσπερ, ὦ ἄνδρες, ἐχθροὺς τιμωρησόμενοι, καὶ οὐκ ἀναγκαίους καὶ συγγενεῖς κακῶςκακῶςStephanus: κακοὺς. ποιήσοντες.
8
τὴν μὲν οὖν τούτων ἀναισχυντίαν καὶ τὴν αἰσχροκέρδειαν ἔτι μᾶλλον γνώσεσθε, ἐπειδὰν πάντων ἀκούσητε· ὅθεν δʼ οἶμαι τάχιστʼ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διδάσκειν.
9
Δεινίας γὰρ ὁ τοῦ πατρὸς ἀδελφὸς ἐπετρόπευσεν ἡμᾶς, θεῖος ὢν ὀρφανοὺς ὄντας. ΚλεωνύμῳΚλεωνύμῳTaylor: -ου. δʼ οὗτος, ὦ ἄνδρες, διάφορος ὢν ἔτυχεν. ὁπότερος μὲν οὖν αὐτῶν ἦν τῆς διαφορᾶς αἴτιος, ἴσως οὐκ ἐμὸν ἔργον ἐστὶ κατηγορεῖν· πλὴν τοσοῦτόν γε ἂν δικαίως αὐτοῖς ἀμφοτέροις μεμψαίμην, ὅτι καὶ φίλοι τέως ὄντες καὶ προφάσεως οὐδεμιᾶς γενομένης ἐκ λόγων τινῶν οὕτως εἰκῇ πρὸς ἀλλήλους ἔχθραν ἀνείλοντο.