Thesauros Literature Oratory Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου Isaeus ca. 420-ca. 350 B.C
34 ἀλλʼ ἔγωγε, εἰ κατηγορεῖν ἐβούλοντο τῶν διαθηκῶν ἢ τοῦ τετελευτηκότος, οὐκ οἶδʼ ὅ τι ἂν ἄλλο πρὸς ὑμᾶς εἶπον, οἵ γε τὰς διαθήκας μὲν ἀποφαίνουσιν οὔτʼ ὀρθῶς ἐχούσας οὔτʼ ἀρεσκούσας τῷ διαθεμένῳ, τοῦ δὲ τοσαύτην μανίαν κατηγοροῦσιν, ὥστε φασὶν αὐτὸναὐτὸνQ: αὐτῶ. περὶ πλείονος ποιεῖσθαι τοὺς αὑτῷ διαφερομένους ἢ τοὺς οἰκείως χρωμένους, καὶ οἷς μὲν ζῶν οὐδὲοὐδὲCobet: οὐ. διελέγετο ἅπασαν δοῦναι τὴν οὐσίαν, τοὺς δʼ οἰκειότατα κεχρημένουςοἰκειότατα κεχρημένουςBekker: οἰκειότητα κεκτημένους. οὐδὲ πολλοστοῦ μέρους ἀξιῶσαι. ὥστε τίς ἂν ὑμῶν ταύτας εἶναι κυρίας τὰς διαθήκας ψηφίσαιτο,
35 ἃς ὁ μὲν διαθέμενος ὡς οὐκ ὀρθῶς ἐχούσας ἀπεδοκίμασεν, οὗτοι δʼ ἔργῳ λύουσιν ἐθέλοντες ἡμῖν ἰσομοιρῆσαι τῆς οὐσίας, πρὸς δὲ τούτοις ἡμεῖς ὑμῖν ἀποφαίνομεν ἐναντίας οὔσας καὶ τῷ νόμῳ καὶ τοῖς δικαίοις καὶ τῇ τοῦ τετελευτηκότος διανοίᾳ;
36 οἶμαι δʼ ὑμᾶς τὸ περὶ ἡμῶν δίκαιον σαφέστατʼ ἂν παρʼ αὐτῶν τούτων πυνθάνεσθαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο διὰ τί ἀξιοῦσι κληρονόμοι γενέσθαι τῶν Κλεωνύμου, τοῦτʼ ἂν εἰπεῖν ἔχοιεν, ὅτι καὶ γένει ποθὲν προσήκουσι καὶ ἐκεῖνος αὐτοῖς χρόνον τινὰ ἐπιτηδείως διέκειτο. οὐκ ἂνοὐκ ἂνMai: οὐκοῦν. ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ἢ ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες;
37 εἴ τε γὰρ διὰ τὴν τοῦ γένους ἀγχιστείαν δεῖ γενέσθαι τινὰς κληρονόμους, ἡμεῖς ἐγγυτέρω γένει προσήκομεν· εἴ τε διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν, ἴσασιν αὐτὸν ἅπαντες ἡμῖν οἰκειότερον διακείμενον. ὥστʼ οὐ χρὴ παρʼ ἡμῶν, ἀλλὰ [καὶ] παρʼ αὐτῶν τούτων πυνθάνεσθαι τὸ δίκαιον.
38 πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῖς μὲν ἄλλοις ψηφίζοισθε, ὅταν θάτεραθάτεραMai: θάττερα. τούτων ἀποφαίνωσι σφᾶς αὐτούς, ἢ γένει προτέρους ὄντας ἢ τῇ φιλίᾳ τῇ πρὸς τὸν τετελευτηκότα, ἡμᾶς δʼ οἷς ἐστιν ἀμφότερα ταῦτα παρὰ πάντων ὁμολογούμενα, ἀξιώσετε μόνους ἀκλήρους ποιῆσαι τῶν ἐκείνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme