24
καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις καὶ Ἕλλησι καὶ βαρβάροις δοκεῖ καλῶς οὗτος ὁ νόμος κεῖσθαι, ὁ περὶ τῆς ποιήσεως, καὶ διὰ τοῦτο χρῶνται πάντες αὐτῷ· ὁ δὲ θεῖος οὑτοσὶ οὐκ αἰσχύνεται τὸν αὑτοῦ ἀδελφὸν ταύτης τῆς ἐξουσίας ἀποστερῶν νῦν, τοῦ ποιήσασθαι, ἧς οὐδὲ τοῖς οὐ γένει προσήκουσιν οὐδεὶς πώποτε ἐφθόνησεν.
25
οἶμαι δὲ κἂνκἂνGebauer: καὶ. τοῦτον, εἴ τις ἐρωτήσειεν αὐτὸν τίτίTyrwhitt: ἢ. δή ποτʼ ἂν ἐποίησεν εἰς τὴν αὐτὴν τύχην ἐκείνῳ καταστάς, οὐκ ἄλλʼ οὐδὲν εἰπεῖν ἢ ὅτι ἐποιήσατʼ ἂν ὅς τις αὐτὸν ἔμελλε ζῶντα θεραπεύσειν καὶ τελευτήσαντα θάψειν· καὶ δῆλον ὅτι κατὰ τὸν αὐτὸν τοῦτον νόμον ἡ ποίησις ἐγένετʼ ἄν, καθʼ ὅν περ ἡ ἐμή. εἶτα αὐτὸς μὲν εἰ ἦν ἄπαις, ἐποιήσατʼ ἄν· τὸν δὲ Μενεκλέα ποιήσαντα ταὐτὰ τούτῳ παραφρονεῖν φησι καὶ γυναικὶ πειθόμενον ποιήσασθαι.
26
πῶς οὖν οὐ σχέτλια λέγων φαίνεται; ἐγὼ γὰρ οἶμαι πολλῷ μᾶλλον τοῦτον παραφρονεῖν τῷ τε λόγῳ τούτῳ ᾧ νυνὶ λέγει, καὶ οἷς πολιεῖ.ποιεῖBekker: ποιεῖται. τοῖς τε γὰρ νόμοις καὶ 〈τοῖς〉τοῖςom. A: τοῖς γὰρ δικαίοις καὶ τοῖς νόμοιςQ. δικαίοις καὶ οἷς αὐτὸς ἐποίησεν ἂν τἀναντία λέγων φαίνεται, καὶ οὐκ αἰσχύνεται μὲν αὑτῷ τὸν νόμον τὸν περὶ τῆς ποιήσεως ποιῶν κύριον, τῷ δὲ ἀδελφῷ τὸν αὐτὸν τοῦτον ζητῶν ἄκυρον ποιῆσαι.
27
εἶτα νῦν διὰ τί διαφερόμενος ζητεῖ οὗτος τὸν ἀδελφὸν τὸν ἑαυτοῦ ἄπαιδα καταστῆσαι, ἄξιόν ἐστιν, ὦ ἄνδρες, ἀκοῦσαι. εἰ μὲν γὰρ περὶ τοῦ ὀνόματός μοι διαφέρεται καὶ ἀναίνεται, εἰ ἐγὼ ἔσομαι ὑὸς Μενεκλέους, πῶς οὐ φθονερός ἐστιν; εἰ δὲ περὶ χρημάτων ἐστὶν ὁ λόγος αὐτῷ, ἐπιδειξάτω ὑμῖν ὁποῖον χωρίον ἢ συνοικίαν ἢ οἰκίαν κατέλιπεν ἐκεῖνος, ἃ ἐγὼ ἔχω νυνί. εἰ δὲ μηδὲν τούτων κατέλιπεν, ἃ δʼ ἦν αὐτῷ ὑπόλοιπα, ἐπειδὴ τῷ ὀρφανῷ τὸ ἀργύριον ἀπέδωκεν, οὗτος ἔλαβε ζῶντος ἐκείνου ἔτι, πῶς οὐ περιφανῶς ἐξελέγχεται ἀναιδὴς ὤν;