Thesauros Literature Oratory Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος)

Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος)

Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) Isaeus ca. 420-ca. 350 B.C
5 ἔστι μὲν οὖν ἅπαντα ταῦτα ἐπήρεια καὶ παρασκευή. ἡγοῦνται γὰρ τούτους, ἁπλοῦ μὲν ὄντος τοῦ πράγματος καὶ μηδεμιᾶς αὐτοῖς ταραχῆς ἐγγιγνομένης, οὐ χαλεπῶς ἐπιδείξειν ὅτι οὐδὲν Νικόστρατος διέθετο· ἐὰν δὲ μὴ τὸν πατέρα τὸν αὐτὸν εἶναι φῶσι, τοῦ δὲ κλήρου μηδὲν ἧττον ἀμφισβητῶσιν, ἀκριβῶς ἴσασιν ὅτι πλείονι λόγῳ εἰπεῖν τουτουσὶ δεήσει ὡς Νικόστρατος Θρασυμάχου ἦν ἢ ὡς οὐδὲν διέθετο.
6 ἔτι δὲ καὶ ὁμολογοῦντες Θρασυμάχου μὲν εἶναι τὸν Νικόστρατον οὐκ ἂν εἶχον ἐξελέγξαι τούσδε ὡς οὐκ εἰσὶν ἐκείνῳ ἀνεψιοί· ἄλλον δὲ πατέρα τῷ τεθνεῶτι κατασκευάζοντες οὐ μόνον περὶ τῶν διαθηκῶν ἀλλὰ καὶ περὶ τοῦ γένους λόγον ἐμβεβλήκασιν.
7 οὐκ ἐκ τούτων δὲ μόνον γνοίητʼ ἂν ὅτι ἀλλότριοίἀλλότριοίBoekmeijer: ἄλλοι. τινες εἰσιν οἱ ταῦτα ἐπὶ τουτουσὶ ἐπάγοντες, ἀλλὰ καὶ ἐκ τῶν κατʼ ἀρχὰς γεγενημένων. τίς γὰρ οὐκ ἀπεκείρατο, ἐπειδὴ τὼ δύο ταλάντω ἐξ Ἀκῆςἐξ ἈκῆςValckenaer: ἑξάκις. ἠλθέτηνἠλθέτηνHerwerden: -ον.; ἢ τίς οὐ μέλαν ἱμάτιον ἐφόρησεν,ἐφόρησενBaiter-Sauppe: ἐφόρεσεν. ὡς διὰ τὸ πένθος κληρονομήσων τῆς οὐσίας; ἢ πόσοι συγγενεῖς καὶ ὑεῖς κατὰ δόσιν προσεποιήσαντο τῶν Νικοστράτου;
8 Δημοσθένης μέν γε ἀδελφιδοῦς ἔφη αὐτῷ εἶναι, ἐπειδὴ δʼ ἐξηλέγχθη ὑπὸ τούτων, ἀπέστη· Τήλεφος δὲ δοῦναι αὑτῷ Νικόστρατον ἅπαντα τὰ ἑαυτοῦ. καὶ οὗτος οὐ πολλῷ ὕστερον ἐπαύσατο. ἈμεινιάδηςἈμεινιάδηςBaiter-Sauppe: Ἀμεν-. δὲ ὑὸν αὐτῷ πρὸς τὸν ἄρχοντα ἧκεν ἄγων οὐδὲ τριετῆ γεγονότα, καὶ ταῦτʼ οὐκ ἐπιδεδημηκότος τοῦ Νικοστράτου ἕνδεκα ἐτῶν Ἀθήνησι.
9 Πύρρος δὲ ὁ Λαμπτρεὺς τῇ μὲν Ἀθηνᾷ ἔφη τὰ χρήματα ὑπὸ Νικοστράτου καθιερῶσθαι, αὐτῷ δʼ ὑπʼ αὐτοῦ ἐκείνου δεδόσθαι. ΚτησίαςΚτησίαςReiske: κτῆσις. δʼ ὁ Βησαιεὺς καὶ Κραναὸς τὸ μὲν πρῶτον δίκην ἔφασαν τοῦ Νικοστράτου ταλάντου καταδεδικάσθαι, ἐπειδὴ δʼ οὐκ εἶχον τοῦτο ἀποδεῖξαι, ἀπελεύθερον αὐτὸν ἑαυτῶν προσεποιήσαντο εἶναι· καὶ οὐδʼ οὗτοι ἃ ἔλεγον ἀπέδειξαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme