Thesauros Literature Oratory Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος)

Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος)

Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) Isaeus ca. 420-ca. 350 B.C
19 ὃ δὲ μέγιστον, καὶ μάλιστα τῆς Χαριάδου ἀναιδείας καταμαρτυρεῖ, τοῦτο σκέψασθε. ὅπου γὰρ τὸν αὑτὸν ποιησάμενον οὔτʼ ἀποθανόντα ἀνείλετο οὔτʼ ἔκαυσεν οὔτε ὠστολόγησεν, ἀλλὰ πάντα τοῖς μηδὲν προσήκουσι παρῆκε ποιῆσαι, πῶς οὐκ 〈ἂν〉ἂνadd. Bekker. ἀνοσιώτατος εἴη, ὃς τῷ τεθνεῶτι μηδὲν τῶν νομιζομένων ποιήσας τῶν χρημάτων αὐτοῦ κληρονομεῖν ἀξιοῖ;
20 ἀλλὰ νὴ Δία ἐπειδὴ τούτων οὐδὲν ἐποίησε, τὴν οὐσίαν τοῦ ΝικοστράτουΝικοστράτουschedae *etonenses: στρατονίκου. διεχείρισεν; ἀλλὰ καὶ ταῦτα μεμαρτύρηται ὑμῖν, καὶ τὰ πλεῖστα οὐδʼ αὐτὸς ἀρνεῖται. προφάσεις δὲ οἴομαι ἀναγκαίας ἐφʼ ἑκάστας τῶν πράξεων εὑρῆσθαι· τί γὰρ ὑπολείπεται τῷ διαρρήδην ὁμολογοῦντι;
21 σαφῶς μὲν οὖν ἴστε, ὦ ἄνδρες, ὅτι οὗτοι οὐ δικαίως τῶν ΝικοστράτουμόνοςRarabasileiou: μόνον. ἐφίενται, ἀλλὰ βούλονται μὲν ὑμᾶς ἐξαπατῆσαι, τουτουσὶ δὲ συγγενεῖς ὄντας ἐκείνου, ἃ οἱ νόμοι ἔδοσαν αὐτοῖς, ἀποστερῆσαι. οὐ μόνοςἔσταιadd. Scheibe. δὲ Χαριάδης τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ἤδη τῶν ἐν τῇ ὑπερορίᾳ ἀποθνῃσκόντων οὐδὲ γιγνώσκοντες ἐνίους τῆς οὐσίας ἠμφισβήτησαν·
22 ἐνθυμοῦνται γὰρ ὅτι κατορθώσασι μὲν 〈ἔσται〉〈ὑφ〉ηγοῦνταιSchoemann. τὰ ἀλλότρια ἔχειν, διαμαρτοῦσι δὲ μικρὸς ὁ κίνδυνος· μαρτυρεῖν δὲ καὶ τὰ ψευδῆ τινες ἐθέλουσιν, οἱ δʼ ἔλεγχοι περὶ ἀφανῶν. συνελόντι πολὺ τὸ διαφέρον κατὰ γένος ἢ κατὰ δόσιν ἀμφισβητεῖν. ἀλλʼ ὑμᾶς χρή, ὦ ἄνδρες, πρῶτον μὲν τὰς διαθήκας σκοπεῖν, εἰ δοκοῦσι γενέσθαι· τοῦτο γὰρ οἵ τε νόμοι 〈ὑφ〉ηγοῦνται καὶ δικαιότατόν ἐστι.
23 μὴ σαφῶς δὲ μήτʼ αὐτοὺς τὴν ἀλήθειαν εἰδότας, μήτε τῶν μαρτύρων τοῦ τελευτήσαντος ἐπιτηδείων ὄντων, ἀλλὰ Χαριάδου τοῦ τἀλλότρια βουλομένου λαβεῖν, τί ἂν εἴηἂν εἴηReiske: ἄν τι. δικαιότερον ἢ τοῖς συγγενέσι τὰ τοῦ συγγενοῦς ψηφίζεσθαι; καὶ γὰρ εἴ τι οἵδε ἔπαθον, οὐδενὶ ἂν ἄλλῳ ἢ Νικοστράτῳ τὰ τούτων ἐγένετοἐγένετοM, Bekker: ἐγένοντο. · κατὰ γὰρ τὸ αὐτὸ γένος ἂν ἠμφισβήτει, ἀνεψιὸς ὢν αὐτοῖς ἐκ πατραδέλφων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme