Thesauros Literature Oratory Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος)

Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος)

Περὶ τοῦ Νικοστράτου κλήρου (ἐπίλογος) Isaeus ca. 420-ca. 350 B.C
Ὑπόθεσις
Νικοστράτου ἐν ὑπερορίᾳ τελευτήσαντος, Ἅγνων καὶ Ἁγνόθεος ὡς ὄντες ἀνεψιοὶ ἐκ πατραδέλφου ἀμφισβητοῦσι τοῦ κλήρου πρὸς Χαριάδην, φάσκοντα κληρονόμον αὐτοῦ εἶναι κατὰ δόσιν, ὃ ἔστι κατὰ διαθήκας. Ἰσαῖος οὖν ὁ ῥήτωρ, ὡς συγγενὴς ὢν τῶν περὶ τὸν Ἅγνωνα, λέγει συνηγορῶν αὐτοῖς. ἡ στάσις στοχασμός.
1 ἐπιτήδειοί μοι τυγχάνουσιν, ὦ ἄνδρες, ὄντες Ἅγνων τε οὑτοσὶ καὶ Ἁγνόθεος, καὶ ὁ πατὴρ αὐτῶν ἔτι πρότερον. εἰκὸς οὖν μοι δοκεῖ εἶναι, ὡς ἂν οἷός τε ὦ, συνειπεῖν αὐτοῖς.
1 περὶ μὲν οὖν τῶν ἐν τῇ ὑπερορίᾳ πραχθέντων [ὡς] οὔτε μάρτυρας ἐξευρεῖν οἷόν τε, οὔτε τοὺς ἀντιδίκους, ἐάν τι ψεύδωνται, ἐλέγχειν ῥᾴδιον, διὰ τὸ μηδέτερον τούτων ἐκεῖσε ἀφῖχθαι· τὰ δὲ ἐνθάδε [μοι] συμβεβηκότα δοκεῖ μοι ὑμῖν ἱκανὰ γενέσθαι ἂν τεκμήρια, ὅτι ἅπαντες οἱ κατὰ τὴν δόσιν τῶν Νικοστράτου ἀμφισβητοῦντες ἐξαπατῆσαι ὑμᾶς βούλονται.
2 πρῶτον μὲν οὖν, ὦ ἄνδρες, περὶ τῆς τῶν ὀνομάτων ἐπιγραφῆς ἄξιόν ἐστιν ἐξετάσαι, καὶ σκέψασθαι ὁπότεροι ἁπλούστερον καὶ κατὰ φύσιν μᾶλλον τὰς λήξεις ἐποιήσαντο. Ἅγνων μὲν γὰρ οὑτοσὶ καὶ Ἁγνόθεος Θρασυμάχου ἐπεγράψαντο τὸν Νικόστρατον, καὶ ἑαυτοὺς ἐκείνῳ ἀνεψιοὺς ἀποφαίνουσι, καὶ τούτων μάρτυρας παρέχονται·
3 Χαριάδης δὲ καὶ οἱ συνδικοῦντες αὐτῷ Σμίκρου μὲν πατρὸς εἶναί φασι τὸν Νικόστρατον, ἀμφισβητοῦσι δὲ τοῦ Θρασυμάχου ὑοῦ κλήρου. καὶ οἵδε μὲν οὐδὲνοὐδὲνStephanus: οὐδὲ. προσποιοῦνται ἐκείνου τοῦ ὀνόματος οὔτε γιγνώσκειν οὔτε προσήκειν αὑτοῖς· φασὶ μὲν οὖν εἶναι Θρασυμάχου Νικόστρατον, τούτου δὲ ὁμοίως τῆς οὐσίας ἀμφισβητοῦσι.
4 καὶ εἰ μὲν τὸ ὄνομα πατρόθεν τὸ αὐτὸ ὡμολόγουν εἶναι τοῦ Νικοστράτου, περὶ δὲ τοῦ κλήρου μόνου διεφέροντο, οὐδὲν ἂν ἔδει ὑμᾶς σκέψασθαι ἀλλʼ 〈ἢ〉ἢadd. Reiske. εἴ τι διέθετο ἐκεῖνος ὁ Νικόστρατος, ὃν ἀμφότεροι ὡμολόγουν· νῦν δὲ πῶς οἷόν τε τῷ ἀνδρὶ δύο πατέρας ἐπιγράψασθαι; τοῦτο γὰρ Χαριάδης πεποίηκεν· αὐτός τε γὰρ ἔλαχε 〈τῶν〉τῶν . . . τῶνadd. Hitzig. τοῦ Σμίκρου Νικοστράτου, τούτοις τετεFuhr: δὲ. 〈τῶν〉 τοῦ Θρασυμάχου λαχοῦσι παρακατέβαλεν ὡς τὸν αὐτὸν ὄντα.
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme