14
ὁ μὲν τοίνυν Μενέξενος παθὼν ἄξια τῶν ἑαυτοῦ τρόπων ἠπατήθη ὑπὸ τοῦ Δικαιογένους· ἀφεὶς γὰρ τοὺς μάρτυρας καὶ ἡμᾶς προδούς, ὧν ἕνεκα ταῦτʼ ἔπραξεν οὐκ ἐκομίσατο. ἀδικηθεὶς δὲ ὑπὸ Δικαιογένους μεθʼ ἡμῶν πάλιν ἔπραττεν. ἡμεῖς δὲ καθηγούμενοι οὐκέτι προσήκειν Δικαιογένει ἔχειν τῶν ἐκ τοῦ κλήρου μέρος οὐδέν, ἐπειδὴ οἱ μάρτυρες ἑάλωσαν, ἀμφισβητοῦμεν αὐτῷ ἅπαντος τοῦ οἴκου κατʼ ἀγχιστείαν. καὶ ὅτι ἡμεῖς τε ὀρθῶς ἐγνώκαμεν καὶ οὐδὲν ἔτι προσήκει Δικαιογένει τοῦ κλήρου, ῥᾳδίως διδάξω.
15
δύο γὰρ διαθῆκαι 〈ἀπ〉εφάνησαν,(ἀπ)εφάνησανDobree. ἡ μὲν πάλαι, ἡ δὲ πολλῷἡ δὲ πολλῷReiske: πολλῷ ἡ δὲ. ὕστερον· καὶ κατὰ μὲν τὴν παλαιάν, ἣν ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους τουτουὶτουτουὶScheibe: τούτου. πατήρ, ἐπὶ τῷ τρίτῳ μέρει τοῦ κλήρου ἐγίγνετο τῷ θείῳ τῷ ἡμετέρῳ ὑὸς ποιητός, καθʼ ἣν δʼ αὐτὸς ἀπέφηνε Δικαιογένης, ἐπὶἐπὶBekker: ἐν. παντὶ τῷ οἴκῳ. τούτοιν δὲ τοῖντούτοιν δὲ τοῖνNaber: ταύταιν δὲ ταῖν. διαθήκαιν ἣν μὲν Πρόξενος ἀπέφηνε, Δικαιογένης ἔπεισε τοὺς δικαστὰς ὡς οὐκ ἀληθὴς εἴη· ἣν δὲ Δικαιογένης ἀπέφηνεν, οἱ μαρτυρήσαντες αὐτὴν τὸν θεῖον τὸν ἡμέτερον διαθέσθαι ἑάλωσαν ψευδομαρτυρίων.
16
ἀμφοῖν δὲ τοῖντοῖνNaber: ταῖν. διαθήκαιν ἀκύροιν γιγνομέναιν, καὶ ἑτέρας μηδεμιᾶς ὁμολογουμένης εἶναι, κατὰ δόσιν μὲν οὐδενὶ προσῆκε τοῦ κλήρου, κατʼ ἀγχιστείαν δὲ ταῖς Δικαιογένους τοῦ ἀποθανόντος ἀδελφαῖς, ὧν εἰσιν αἱ ἡμέτεραι μητέρες. διὰ δὲ ταῦτα ἔδοξέ τε ἡμῖν λαχεῖν τοῦ κλήρου κατʼ ἀγχιστείαν, καὶ ἐλάχομεν τοῦ μέρουςτοῦ μέρουςBuermann: τὸ μέρος. ἕκαστος. μελλόντων δʼ ἡμῶν ἀντόμνυσθαι διεμαρτύρησε Λεωχάρης οὑτοσὶ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ἡμῖν.