21
ἐπεί, ὦ ἄνδρες, εἰ Δικαιογένης ἀληθῆ λέγει, τί ἡμεῖς ὠφελούμεθα νικήσαντες, ἢ τί οὗτος ἐζημιώθη ἡττηθείς; εἰ γὰρ ἀπέστη μόνον (ὥς φησι) τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἀναμφισβήτηταἀναμφισβήτηταSchoemann: -ον. δὲ μὴ ὡμολόγει παραδώσειν, τί ἐζημιοῦτο ἀφιστάμενος ὧν τιμὴν εἶχεν; οὐδὲ γὰρ πρὶν ἡττηθῆναι τὴν δίκην εἶχεν ὧν ἡμεῖς δικαζόμεθα, ἀλλʼ οἱ παρὰ τούτου πριάμενοι καὶ θέμενοι, οἷς ἔδει αὐτὸν ἀποδόντα τὴν τιμὴν ἡμῖν τὰ μέρη ἀποδοῦναι.
22
διὰ ταῦτα γὰρ καὶ τοὺς ἐγγυητὰς παρʼ αὐτοῦ ἐλάβομεν, οὐ πιστεύοντες αὐτῷ ἃ ὡμολόγησε ποιήσειν. πλὴν γὰρ δυοῖν οἰκιδίοιν ἔξω τείχους καὶ ἐν Πεδίῳ ἑξήκοντα πλέθρων οὐδὲν κεκομίσμεθα, ἀλλʼ οἱ παρὰ τούτου θέμενοι καὶ πριάμενοι. ἡμεῖς δʼ οὐκ ἐξάγομεν· δέδιμενδέδιμενCobet: δεδίαμεν. γὰρ μὴ ὄφλωμεν δίκας. καὶ γὰρ Μικίωνα,ΜικίωναReiske: μηκίωνα. κελεύοντος Δικαιογένους καὶ φάσκοντος 〈οὐ〉οὐadd. Wyse. βεβαιώσειν, ἐξάγοντεςἐξάγοντεςAldus: -ος. ἐκ τοῦ βαλανείου ὤφλομεν τετταράκοντα μνᾶς διὰ Δικαιογένην, ὦ ἄνδρες.
23
ἡγούμενοι γὰρ οὐκ ἂν αὐτὸν βεβαιώσαιβεβαιῶσαιNaber: -ώσειν. οὐδὲνοὐδὲνAldus: οὐδὲ. ὧν ἡμῖν ἀπέστη ἐν τῷ δικαστηρίῳ, διισχυριζόμεθα πρὸς Μικίωνα ἐναντίον τῶν δικαστῶν, ἐθέλοντες ὁτιοῦν πάσχειν, εἰ βεβαιώσειεν αὐτῷ Δικαιογένης τὸ βαλανεῖον, οὐκ ἄν ποτε οἰόμενοι αὐτὸν ἐναντία οἷς ὡμολόγησε πρᾶξαι, οὐ διʼοὐ διʼAldus: οὐδʼ. ἄλλʼ οὐδὲν ἢ διὰ τοὺς ἐγγυητάς, ὅτι καθειστήκεσαν ἡμῖν.
24
ἀποστὰς δὲ Δικαιογένης ταῦτα τὰ μέρη ὧν καὶ νῦν ὁμολογεῖ ἀφεστάναι ἡμῖν, ἐβεβαίωσε Μικίωνι τὸ βαλανεῖον. καὶ ἐγὼ μὲν ὁ ἄθλιος οὐχ ὅπως τι ἐκ τοῦ κλήρου εἰληφώς, ἀλλὰ προσαπολωλεκὼς τετταράκοντα μνᾶς, ἀπῄειν ὑβρισμένος ὑπὸ τοῦ Δικαιογένους. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.
25
Μάρτυρες