Thesauros Literature Oratory Περὶ τοῦ Φιλοκτήμονος κλήρου

Περὶ τοῦ Φιλοκτήμονος κλήρου

Περὶ τοῦ Φιλοκτήμονος κλήρου Isaeus ca. 420-ca. 350 B.C
53 νῦν δὲ πῶς ἄν [τις] περιφανέστερον ἐξελεγχθείη τὰ ψευδῆ μεμαρτυρηκὼς ἢ εἴ τις αὐτὸν ἔροιτο “Ἀνδρόκλεις, πῶς οἶσθα ΦιλοκτήμονʼΦιλοκτήμονʼDobree: -μων. ὅτι οὔτε διέθετο οὔτε ὑὸν Χαιρέστρατον ἐποιήσατο;” οἷς μὲν γάρ τις παρεγένετο, δίκαιον, ὦ ἄνδρες, μαρτυρεῖν, οἷς δὲ μὴ παρεγένετο ἀλλʼ ἤκουσέ τινος, ἀκοὴν μαρτυρεῖν·
54 σὺ δʼ οὐ παραγενόμενος διαρρήδην μεμαρτύρηκας ὡς οὐ διέθετο Φιλοκτήμων, ἀλλʼ ἄπαις ἐτελεύτησε. καίτοι πῶς οἷόν τε εἰδέναι, ὦ ἄνδρες; ὅμοιον γὰρ ὥσπερ ἂν εἰ φαίη εἰδέναι, καὶ μὴ παραγενόμενος, ὅσα ὑμεῖς πάντες πράττετε. οὐ γὰρ δὴ τοῦτό γε ἐρεῖ, καίπερ ἀναίσχυντος ὤν, ὡς ἅπασι παρεγένετο καὶ πάντʼ οἶδεν ὅσα Φιλοκτήμων ἐν τῷ βίῳ διεπράξατο.
55 πάντων γὰρ αὐτὸν ἐκεῖνος ἔχθιστον ἐνόμιζε διά 〈τε〉τεadd. Aldus. τὴν ἄλλην πονηρίαν, καὶ διότι τῶν συγγενῶν μόνος μετὰ τῆς Ἀλκῆς ἐκείνης τούτῳ καὶ τοῖς ἄλλοις συνεπιβουλεύσας τοῖς τοῦ Εὐκτήμονος χρήμασι τοιαῦτα διεπράξατο, οἷά περ ὑμῖν ἀπέδειξα.
56 πάντων δὲ μάλιστα ἀγανακτῆσαί ἐστιν ἄξιον, ὅταν οὗτοι καταχρῶνται τῷ Εὐκτήμονος ὀνόματι τοῦ τουδὶ πάππου.τοῦ τουδὶ πάππουReiske: τῷ τουδὶ πάππῳ. εἰ γάρ, ὡς οὗτοι λέγουσι, τῷ μὲν Φιλοκτήμονι μὴ ἐξῆν διαθέσθαι, τοῦ δʼ Εὐκτήμονός ἐστιν ὁ κλῆρος, πότερον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας, ὁμολογουμένως οὔσας γνησίας, καὶ ἡμᾶς τοὺς ἐκ τούτων γεγονότας, ἢ τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼὑφʼBekker: ἐξ. ἡμῶν ἐλέγχονται,
57 ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί; τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ὦ ἄνδρες, ὅπερ ὀλίγῳ πρότερον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶφησὶAldus: φήσει. μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δʼ αὐτὸςαὐτὸςReiske: αὐτοῖς. [ἐφʼ] ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου· καὶ ταῦτα μεμαρτύρηται ὑμῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme