Thesauros Literature Oratory Περὶ τοῦ Φιλοκτήμονος κλήρου

Περὶ τοῦ Φιλοκτήμονος κλήρου

Περὶ τοῦ Φιλοκτήμονος κλήρου Isaeus ca. 420-ca. 350 B.C
22 ἐπειδὴ δὲ οὔθʼ ὁ ὑὸςὁ υἱὸςBekker: οὗτος. αὐτῷ Φιλοκτήμων συνεχώρει οὔθʼ οἱ φράτορες εἰσεδέξαντο, ἀλλʼ ἀπηνέχθη τὸ κούρειον,κούρειονReiske: κούριον. ὀργιζόμενος ὁ Εὐκτήμων τῷ ὑεῖ καὶ ἐπηρεάζειν βουλόμενος ἐγγυᾶται γυναῖκα Δημοκράτους τοῦ ἈφιδναίουἈφιδναίουStephanus: ἀφνιδαίου. ἀδελφήν, ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων εἰς τὸν οἶκον, εἰ μὴ συγχωροίη τοῦτον ἐᾶν εἰσαχθῆναι.
23 εἰδότες δʼ οἱ ἀναγκαῖοι ὅτι ἐξ ἐκείνου μὲν οὐκ ἂν ἔτι γένοιντο παῖδες ταύτην τὴν ἡλικίαν ἔχοντος, φανήσοιντο δʼ ἄλλῳ τινὶ τρόπῳ, καὶ ἐκ τούτων ἔσοιντο ἔτι μείζους διαφοραί, ἔπειθον, ὦ ἄνδρες, τὸν Φιλοκτήμονα ἐᾶσαι εἰσαγαγεῖν τοῦτον τὸν παῖδα ἐφʼ οἷς ἐζήτει ὁ Εὐκτήμων, χωρίον ἓν δόντα.
24 καὶ ὁ Φιλοκτήμων αἰσχυνόμενος μὲν ἐπὶ τῇ τοῦ πατρὸς ἀνοίᾳ, ἀπορῶν δʼ ὅ τι χρήσαιτο τῷ παρόντι κακῷ, οὐκ ἀντέλεγεν οὐδέν. ὁμολογηθέντων δὲ τούτων, καὶ εἰσαχθέντος τοῦ παιδὸς ἐπὶ τούτοις, ἀπηλλάγη τῆς γυναικὸς ὁ Εὐκτήμων, καὶ ἐπεδείξατο ὅτι οὐ παίδων ἕνεκα ἐγάμει, ἀλλʼ ἵνα τοῦτον εἰσαγάγοι.
25 τί γὰρ ἔδει αὐτὸν γαμεῖν, ὦ Ἀνδρόκλεις, εἴ περ οἵδε ἦσαν ἐξ αὐτοῦαὐτοῦBekker: ἀστοῦ. καὶ γυναικὸς ἀστῆς, ὡς σὺ μεμαρτύρηκας; τίς γὰρ ἂν γνησίους ὄντας οἷός τε ἦν κωλῦσαι εἰσαγαγεῖν; ἢ διὰ τί ἐπὶ ῥητοῖς αὐτὸν εἰσήγαγε, τοῦ νόμου κελεύοντος ἅπαντας τοὺς γνησίους ἰσομοίρους εἶναι τῶν πατρῴων;
26 ἢ διὰ τί τὸν μὲν πρεσβύτερον τοῖν παίδοιν ἐπὶ ῥητοῖς εἰσήγαγε, τοῦ δὲ νεωτέρου ἤδη γεγονότος οὐδὲ λόγον ἐποιεῖτο ζῶντος Φιλοκτήμονος οὔτε πρὸς αὐτὸν ἐκεῖνον οὔτε πρὸς τοὺς οἰκείους; οὓς σὺ νῦν διαρρήδην μεμαρτύρηκας γνησίους εἶναι καὶ κληρονόμους τῶν Εὐκτήμονος. ταῦτα τοίνυν ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὰς μαρτυρίας.
27 Μαρτυρίαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme