27
μετὰ ταῦτα τοίνυν ὁ Φιλοκτήμων τριηραρχῶν περὶ Χίον ἀποθνήσκει ὑπὸ τῶν πολεμίων· ὁ δʼ Εὐκτήμων ὕστερον χρόνῳ πρὸς τοὺς κηδεστὰς εἶπεν ὅτι βούλοιτο τὰ πρὸς τὸν ὑόν οἱ πεπραγμένα γράψας καταθέσθαι. καὶ ὁ μὲν Φανόστρατος ἐκπλεῖν ἔμελλε τριηραρχῶν μετὰ Τιμοθέου, καὶ ἡ ναῦς αὐτῷ ἐξώρμει Μουνυχίασι,ΜουνυχίασιBekker: μουνυχιάει. καὶ ὁ κηδεστὴς Χαιρέας παρὼν συναπέστελλεν αὐτόν· ὁ δʼ Εὐκτήμων παραλαβών τινας ἧκεν οὗ ἐξώρμει ἡ ναῦς, καὶ γράψας διαθήκην, ἐφʼ οἷς εἰσήγαγε τὸν παῖδα, κατατίθεται μετὰ τούτων παρὰ Πυθοδώρῳ Κηφισιεῖ, προσήκοντι αὑτῷ.
28
καὶ ὅτι μέν, ὦ ἄνδρες, οὐχ ὡς περὶ γνησίων ἔπραττεν Εὐκτήμων, ὃὃBekker: ὸ. Ἀνδροκλῆς μεμαρτύρηκε, καὶ αὐτὸ τοῦτο ἱκανὸν τεκμήριον· τοῖς γὰρ φύσει ὑέσιν αὑτοῦ οὐδεὶς οὐδενὸςοὐδενὸςDobree: οὐδενὶ. ἐν διαθήκῃ γράφει δόσιν οὐδεμίαν, διότι ὁ νόμος αὐτὸς ἀποδίδωσι τῷ ὑεῖ τὰ τοῦ πατρὸς καὶ οὐδὲ διαθέσθαι ἐᾷ ὅτῳ ἂν ὦσι παῖδες γνήσιοι.
29
κειμένου δὲ τοῦ γραμματείου σχεδὸν δύʼ ἔτη καὶ τοῦ Χαιρέου τετελευτηκότος, ὑποπεπτωκότες οἵδε τῇ ἀνθρώπῳ, καὶ ὁρῶντες ἀπολλύμενον τὸν οἶκον καὶ τὸ γῆρας καὶ τὴν ἄνοιαν τοῦ Εὐκτήμονος, ὅτι εἴη αὐτοῖς ἱκανὴ ἀφορμή, συνεπιτίθενται.
30
καὶ πρῶτον μὲν πείθουσι τὸν Εὐκτήμονα τὴν μὲν διαθήκην ἀνελεῖν ὡς οὐ χρησίμην οὖσαν τοῖς παισί· τῆς γὰρ φανερᾶς οὐσίας οὐδένα κύριον ἔσεσθαι τελευτήσαντος Εὐκτήμονος ἄλλον ἢ τὰς θυγατέρας καὶ τοὺς ἐκ τούτων γεγονότας· εἰ δὲ ἀποδόμενός τι τῶν ὄντων ἀργύριον καταλίποι, τοῦτο βεβαίως ἕξειν αὐτούς.
31
ἀκούσας δʼ ὁ Εὐκτήμων εὐθὺς ἀπῄτει τὸν Πυθόδωρον τὸ γραμματεῖον, καὶ προσεκαλέσατο εἰς ἐμφανῶν κατάστασιν. καταστάντος δὲ ἐκείνου πρὸς τὸν ἄρχοντα, ἔλεγεν ὅτι βούλοιτʼ ἀνελέσθαι τὴν διαθήκην.
32
ἐπειδὴ δʼ ὁ Πυθόδωρος ἐκείνῳ μὲν καὶ τῷ Φανοστράτῳ παρόντι ὡμολόγει ἀναιρεῖν, τοῦ δὲ Χαιρέου τοῦ συγκαταθεμένου θυγάτηρ ἦν μία, ἧς ἐπειδὴ κύριος κατασταίη, τότε ἠξίου ἀνελεῖν, καὶ ὁ ἄρχων οὕτως ἐγίγνωσκε, διομολογησάμενος ὁ Εὐκτήμων ἐναντίον τοῦ ἄρχοντος καὶ τῶν παρέδρων καὶ ποιησάμενος πολλοὺς μάρτυρας ὡς οὐκέτʼ αὐτῷ κέοιτο ἡ διαθήκη, ᾤχετο ἀπιών.