Thesauros Literature Oratory Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
2 ἐκεῖνον μὲν γὰρ τὸν τρόπον ποιησάμενος φανερὰς κατέστησε τὰς αὑτοῦ βουλήσεις, ὅλον τὸ πρᾶγμα ἐπικυρώσας, δόντων αὐτῷ τῶν νόμων· ὁ δʼ ἐν διαθήκαις σημηνάμενος ἀδήλους ἐποίησε, διὸ πολλοὶ πεπλάσθαι φάσκοντες αὐτὰς ἀμφισβητεῖν ἀξιοῦσι πρὸς τοὺς ποιηθέντας. ἔοικε δʼ οὐδὲν προὔργου τοῦτο εἶναι· καὶ γὰρ οὕτως αὐτῶν φανερῶς πεπραγμένων ὅμως ὑπὲρ τῆς θυγατρὸς τῆς Εὐπόλιδος ἥκουσι περὶ τῶν Ἀπολλοδώρου χρημάτων πρὸς ἐμὲ ἀμφισβητήσοντες.
3 ἐγὼ δʼ εἰ μὲν ἑώρων ὑμᾶς μᾶλλον ἀποδεχομένους τὰς διαμαρτυρίας ἢ τὰς εὐθυδικίας, κἂν μάρτυρας προὐβαλόμην μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ποιησαμένου με ὑὸν Ἀπολλοδώρου κατὰ τοὺς νόμους. ἐπειδὴ δʼ οὐ διαφεύγει τὰ δίκαια μὴ οὐ κατὰ τοῦτον γιγνώσκεσθαι τὸν τρόπον [καὶ] παρʼ ὑμῖν, αὐτὸςαὐτὸςDobree: αὐτοῖς. ἥκω διαλεξόμενος περὶ τῶν πεπραγμένων, ἵνα μηδεμίαν ἡμῖνἡμῖνReiske: ὑμῖν. αἰτίαν περὶ τοῦ μὴ βούλεσθαι δοῦναι δίκην τοιαύτην ἐπιφέρωσιν.
4 ἀποδείξω δὲ ὡς οὐ μόνον ἐπὶ τοῖς ἐγγυτάτω γένους τὸν κλῆρον Ἀπολλόδωρος οὐ καταλέλοιπε, πολλὰ καὶ δεινὰ ὑπὸ τούτων ἀδικηθείς, ἀλλὰ καὶ ὡς ἐμὲ ἐποιήσατο δικαίως, ὄντα ἀδελφιδοῦν, καὶ μεγάλαμεγάλαDobree: μέγα. εὐεργετημένος ὑφʼ ἡμῶν. δέομαι δὲ ὑμῶν, ὦ ἄνδρες, πάντων ὁμοίως εὔνοιάν τέ μοι παρασχεῖν, κἂν ἐπὶ τὸν κλῆρον ἀναιδῶς αὐτοὺς ἰόντας ἐξελέγχω, βοηθεῖν μοι τὰ δίκαια. ποιήσομαι δʼ ὡς ἂν κἀγὼ δύνωμαιδύνωμαιAldus: δύναμαι. διὰ βραχυτάτων τοὺς λόγους, ἐξ ἀρχῆς ὡς ἔχει τὰ γενόμενα διδάσκων ὑμᾶς.
5 Εὔπολις γάρ, ὦ ἄνδρες, καὶ Θράσυλλος καὶ Μνήσων ἀδελφοὶ ἦσαν ὁμομήτριοι καὶ ὁμοπάτριοι. τούτοις οὐσίαν ὁ πατὴρ κατέλιπε πολλήν, ὥστε καὶ λῃτουργεῖν ἕκαστον ἀξιοῦσθαι παρʼ ὑμῖν. ταύτην ἐκεῖνοι τρεῖς ὄντες ἐνείμαντο πρὸς ἀλλήλους. τούτων τὼ δύο ἐτελευτησάτηντὼ δύο ἐτελευτησάτηνBekker: τῶν δύο τελευτησάντων. περὶ τὸν αὐτὸν χρόνον, ὁ μὲν Μνήσων ἐνθάδε ἄγαμος καὶ ἄπαις, ὁ δὲ Θράσυλλος τῶν ἐν Σικελίᾳ καταλεγεὶς τριηράρχων, καταλιπὼν ὑὸνυἱὸνNaber: νῦν. Ἀπολλόδωρον τὸν ἐμὲ νῦν ποιησάμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme