Thesauros Literature Oratory Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
6 Εὔπολις οὖν μόνος αὐτῶν λειφθεὶς οὐ μικρὰ ἀπολαῦσαι τῶν χρημάτων ἠξίωσεν, ἀλλὰ τὸν μὲν Μνήσονος κλῆρον, οὗ καὶ Ἀπολλοδώρῳ προσῆκε τὸ ἡμικλήριον, πάντα εἰς αὑτὸν περιεποίησε, φάσκων αὑτῷ δοῦναι τὸν ἀδελφόν, αὐτὸν δʼ ἐκεῖνον οὕτω διῴκησεν ἐπιτροπεύων ὥστε τριῶν αὐτῷ ταλάντων δίκην ὀφλεῖν.ὀφλεῖνReiske: ὀφείλειν.
7 Ἀρχέδαμος γὰρ ὁ πάππος οὑμός, ἐξ οὗ τὴν μητέρα ἔσχεἔσχεSauppe: ἔχων. τὴν Ἀπολλοδώρου, τήθην δὲ ἐμήν,ἐμήνM, Bekker: ἐμοί. ὁρῶν αὐτὸν πάντων ἀποστερούμενον τῶν χρημάτων, ἔτρεφέ τε αὐτὸν παῖδα ὄνθʼ, ὡς ἑαυτὸνἑαυτὸνSchoemann: -οῦ. καὶ τὴν μητέρα κομισάμενος, ἀνδρί τε γενομένῳ συνηγωνίσατο καὶ εἰσέπραξε τὸ ἡμικλήριον ὧν Μνήσων κατέλιπεν ὅσα τε ἐκ τῆς ἐπιτροπῆς ἀπεστέρησε, δίκας δύο ἑλών, καὶ τὴν οὐσίαν ἐποίησε κομίσασθαι τὴν αὑτοῦ πᾶσαν.
8 καὶ διὰ ταῦτα Εὔπολις μὲν καὶ Ἀπολλόδωρος ἐχθρῶς ἔχοντες τὸν πάντα χρόνον διετέλεσαν πρὸς ἀλλήλους, ὁ δὲ πάππος οὑμὸς καὶ Ἀπολλόδωρος φιλικῶς, ὥσπερ προσῆκε. τοῖς δʼ ἔργοις ἄν τις τεκμήραιτο μάλιστα ὅτι Ἀπολλόδωρος πέπονθεν ὃ ἀντευποιεῖν ἠξίου τοὺς ἑαυτὸν εὐεργετήσαντας. συμφορᾷ γὰρ τοῦ πάππου χρησαμένου καὶ ληφθέντος εἰς τοὺς πολεμίους, καὶ χρήματα εἰσενεγκεῖν εἰς λύτρα καὶ ὁμηρεῦσαι ὑπὲρ αὐτοῦ ἠθέλησεν, ἕως [οὗ] εὐπορήσειεν ἐκεῖνος τἀργύριον.
9 ἐξ εὐπόρου τε ἀπορωτέρῳ γεγενημένῳ συνδιῴκει τὰ ἐκείνου, μεταδιδοὺς ὧν εἶχεν. εἰς Κόρινθόν τε στρατεύεσθαι μέλλων, εἴ τι πάθοι, διέθετο τὴν οὐσίαν καὶ ἔδωκε τῇ ἐκείνου μὲν θυγατρί, ἐμῇ δὲ μητρί, αὑτοῦ δὲ ἀδελφῇ, διδοὺς αὐτὴν Λακρατίδῃ τῷ νῦν ἱεροφάντῃ γεγενημένῳ. τοιοῦτος ἦν ἐκεῖνος περὶ ἡμᾶς τοὺς ἐξ ἀρχῆς αὐτὸν σώσαντας.
10 ὡς δʼ ἀληθῆ λέγω, καὶ δίκας εἷλεν Εὔπολιν δύο, τὴν μὲν ἐπιτροπῆς τὴν δὲ ἡμικληρίου, τοῦ πάππου συνηγωνισμένου καὶ λέγοντος, τά τε χρήματα ἐκομίσατο διʼ ἡμᾶς καὶ ταύτας τὰς χάριτας ἡμῖν ἀνταπέδωκε, τούτων πρῶτον βούλομαι παρασχέσθαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρο αὐτούς.
11 Μάρτυρες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme