35
Κίρων γὰρ ἐκέκτητο οὐσίαν, ὦ ἄνδρες, ἀγρὸν μὲν Φλυῆσι, καὶ ταλάντου ῥᾳδίως ἄξιον, οἰκίας δʼ ἐν ἄστει δύο, τὴν μὲν μίαν μισθοφοροῦσαν, παρὰ τὸ ἐν Λίμναις Διονύσιον, δισχιλίας εὑρίσκουσαν, τὴν δʼ ἑτέραν, ἐν ᾗ αὐτὸς ᾤκει, τριῶν καὶ δέκα μνῶν· ἔτι δὲ ἀνδράποδα μισθοφοροῦντα καὶ δύο θεραπαίνας καὶ παιδίσκην, καὶ ἔπιπλα διʼ ὧν ᾤκει τὴν οἰκίαν, σχεδὸν σὺν τοῖς ἀνδραπόδοις ἄξια τριῶν καὶ δέκατριῶν καὶ δέκαBlass: τρισκαίδεκα. μνῶν· σύμπαντα δὲ ὅσα φανερὰ ἦν, πλέον ἢ ἐνενήκοντα μνῶν· χωρὶς δὲ τούτων δανείσματα οὐκ ὀλίγα, ἀφʼ ὧν ἐκεῖνος τόκους ἐλάμβανε.
36
τούτοις Διοκλῆς μετὰ τῆς ἀδελφῆς πάλαι ἐπεβούλευεν, ἐπειδὴ τάχιστα οἱ παῖδες οἱ Κίρωνος ἐτελεύτησαν. ἐκείνην μὲν γὰρ οὐκ ἐξεδίδου δυναμένην ἔτι τεκεῖν παῖδας ἐξ ἑτέρου ἀνδρός, ἵνα μὴ χωρισθείσης περὶ τῶν αὑτοῦ βουλεύσαιτο καθάπερ προσῆκεν, ἔπειθε δὲ μένειν φάσκουσαν ἐξ αὐτοῦ κυεῖν οἴεσθαι, προσποιουμένην δὲ διαφθείρειν ἄκουσαν, ἵνʼ ἐλπίζων ἀεὶ γενήσεσθαι παῖδας αὑτῷ μηδέτερον ἡμῶν εἰσποιήσαιτο ὑόν· καὶ τὸν πατέρα διέβαλλεν ἀεί, φάσκων αὐτὸν ἐπιβουλεύειν τοῖς ἐκείνου.
37
τά τε οὖν χρέα πάντα, ὅσα ὠφείλετο αὐτῷ, καὶ 〈τοὺς〉τοὺςadd. Herwerden. τόκους ἔπειθε 〈πράξασθαι〉πράξασθαιadd. Buermann. τά τε φανερὰ διʼ αὑτοῦ ποιεῖσθαι, παράγων ἄνδρα πρεσβύτερον θεραπείαις καὶ κολακείαις, ἕως ἅπαντα τὰ ἐκείνου περιέλαβεν. εἰδὼς δὲ ὅτι πάντων ἐγὼ τούτων κατὰ τὸ προσῆκον εἶναι κύριος ζητήσω, ὁπότε ὁ πάππος τελευτήσειεν,τελευτήσειενScaliger: ἐτελεύτησεν. εἰσιέναι μέν με καὶ θεραπεύειν ἐκεῖνον καὶ συνδιατρίβειν οὐκ ἐκώλυε, δεδιὼς μὴ τραχυνθεὶς εἰς ὀργὴν κατασταίηκατασταίηschedae *etonenses, Reiske: -αίην. πρὸς αὑτόν, παρεσκεύαζε δέ μοι τὸν ἀμφισβητήσοντα τῆς οὐσίας, μέρος πολλοστὸν τούτῳ μεταδιδοὺς εἰ κατορθώσειεν, αὑτῷ δὲ ταῦτα πάντα περιποιῶν, καὶ οὐδὲ πρὸς τοῦτον ὁμολογῶν τὸν πάππον χρήματα καταλείπειν,καταλείπεινscripsi: -λιπεῖν. ἀλλʼ εἶναι φάσκων οὐδέν.