Thesauros Literature Oratory Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
38 καὶ ἐπειδὴ τάχιστα ἐτελεύτησεν, ἐντάφια προπαρασκευασάμενος τὸ μὲν ἀργύριον ἐμὲ ἐκέλευεν ἐνεγκεῖν, ὡς τῶν μαρτύρων ἠκούσατε μαρτυρησάντων, ἀπειληφέναι δὲ παρὰ τοῦδε προσεποιεῖτο, παρʼ ἐμοῦ δὲ οὐκέτι ἤθελεν ἀπολαβεῖν, ὑποπαρωθῶν, ὅπως ἐκεῖνος δοκοίη θάπτειν ἀλλὰ μὴ ἐγὼ τὸν πάππον. ἀμφισβητοῦντος δὲ τούτου καὶ τῆς οἰκίας ταύτης καὶ τῶν ἄλλων ὧν ἐκεῖνος κατέλιπε, καὶ οὐδὲν φάσκοντος καταλελοιπέναι, βιάσασθαι μὲν καὶ τὸν πάππον μεταφέρειν ἐν ταῖς τοιαύταις ἀκαιρίαις οὐκ ᾤμην δεῖν, τῶν φίλων μοι ταῦτα συγγιγνωσκόντων, συνεποίουν δὲ καὶ συνέθαπτον, ἐξ ὧν ὁ πάππος κατέλιπε τῶν ἀναλωμάτων γιγνομένων.
39 καὶ ταῦτα μὲν οὕτως ἀναγκασθεὶς ἔπραξα τοῦτον τὸν τρόπον· ὅπως δὲ μηδέν μου ταύτῃ πλεονεκτοῖεν, παρʼ ὑμῖν φάσκοντες οὐδέν με εἰς τὴν ταφὴν ἀνηλωκέναι, τὸν ἐξηγητὴν ἐρόμενος ἐκείνου κελεύσαντος ἀνήλωσα παρʼ ἐμαυτοῦ καὶ τὰ ἔνατα ἐπήνεγκα, ὡς οἷόν τε κάλλιστα παρασκευάσας, ἵνα αὐτῶν ἐκκόψαιμι ταύτην τὴν ἱεροσυλίαν, καὶ ἵνα μὴ δοκοῖεν οὗτοι μὲν ἀνηλωκέναι πάντα, ἐγὼ δὲ μηδέν,μηδένHerwerden: οὐδέν. ἀλλʼ ὁμοίως κἀγώ.
40 καὶ τὰ μὲν γεγενημένα, καὶ διʼ ἃ τὰ πράγματα ταῦτʼ ἔχομεν, σχεδόν τι ταῦτʼ ἐστίν, ὦ ἄνδρες· εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτεἀπιστήσαιτεReiske: ἀπιστῆσαί τις. τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχειἔχειBaiter: εἶχε. τὴν οὐσίαν, ἀφʼ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην.
41 τοῖν δʼ ἀδελφαῖν τοῖντοῖν . . . τοῖνNaber: ταῖν . . . ταῖν. δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε,δέδωκεSauppe: ἔδωκε. τῆς δὲ μετʼ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δʼ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme