Thesauros Literature Oratory Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
3 τὴν μὲν οὖν κρίσιν οὐ δεῖ μοι νομίζειν εἶναι ταύτην πρὸς τὸν εἰληχότα τοῦ κλήρου τὴν δίκην, ἀλλὰ πρὸς Διοκλέα τὸν Φλυέα, τὸν Ὀρέστην ἐπικαλούμενον· οὗτος γάρ ἐστιν ὁ τοῦτον παρασκευάσας πράγμαθʼ ἡμῖν παρέχειν, ἀποστερῶν τὰ χρήματα ἃ Κίρων ὁ πάππος ἀποθνῄσκων κατέλιπεν, ἡμῖν δὲ τούτους τοὺς κινδύνους ἐπάγων, ἵνα μηδὲν ἀποδιδῷ τούτων, ἐὰν ὑμεῖς ἐξαπατηθῆτε πεισθέντες ὑπὸ τῶν τούτου λόγων.
4 δεῖ δὴ τούτων τοιαῦτα μηχανωμένων πάνθʼ ὑμᾶς τὰ πεπραγμένα μαθεῖν, ἵνα μηδὲν ἀγνοήσαντες τῶν γεγενημένων ἀλλὰ σαφῶς εἰδότες περὶ αὐτῶν, οὕτως ἐνέγκητεἐνέγκητεAldus: -οιτε. τὴν ψῆφον. εἴ τινι οὖν καὶ ἄλλῃ πώποτε δίκῃ προσέσχετεπροσέσχετεAldus: -έχετε. ἀκριβῶς τὸν νοῦν, δέομαι ὑμῶν καὶ ταύτῃ προσέχειν ὁμοίως, ὥσπερ καὶ τὸ δίκαιόν ἐστι. πολλῶν δὲ δικῶν ἐν τῇ πόλει γενομένων, οὐδένες ἀναιδέστερον τούτων οὐδὲ καταφανέστερον ἀντιποιησάμενοι φανήσονται τῶν ἀλλοτρίων.
5 ἔστι μὲν οὖν χαλεπόν, ὦ ἄνδρες, πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυροῦντας εἰς ἀγῶνα καθίστασθαι περὶ τηλικούτων, παντάπασιν ἀπείρως ἔχοντα δικαστηρίων· οὐ μὴν ἀλλὰ πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῶν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ δίκαια εἰπεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ἂν μή τι συμβῇ τοιοῦτον ὃ νῦν ὑπʼ ἐμοῦ τυγχάνει προσδοκώμενον. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.
6 πρῶτον μὲν οὖν, ὡς ἦν ἡ μήτηρ ἡ ʼμὴ Κίρωνος θυγάτηρ γνησία, ἐπιδείξω τοῦτο ὑμῖν, τὰ μὲν πάλαιπάλαιStephanus: παλαιὰ. γεγενημένα λόγων ἀκοῇ καὶ μαρτύρων, τὰ δʼ ὥστε καὶ μνημονεύεσθαι, τοῖς εἰδόσι χρώμενος μάρτυσιν, ἔτι δὲ τεκμηρίοις ἃ κρείττω τῶν μαρτυριῶν ἐστιν· ἐπειδὰν δὲ ταῦτα φανερὰ καταστήσω, τόθʼ ὡς καὶ κληρονομεῖν μᾶλλον ἡμῖν ἢ τούτοιςτούτοιςScheibe: τοῦτον. προσήκει τῶν Κίρωνος χρημάτων. ὅθεν οὖν ἤρξαντο περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς κἀγὼ πειράσομαι διδάσκειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme