18
ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, ἴσως μὲν καὶ ἈραφηνίωνἈραφηνίωνPalmer: ρἁφηνίων(sic). καὶ πολλοὶ τῶν τότε συγγεωργούντων μαρτυρήσειανμαρτυρήσειανScheibe: -αιεν. ἄν μοι, διαρρήδην δὲ περὶ τηλικούτου πράγματος οὐκ ἂν ἔχοιμι ὅπως ὑμῖν παρασχοίμην. καὶ γὰρ αὐτὸν τυπτόμενον ἰδὼν Ἱεροκλῆς, ὁ τὸ γραμματεῖον φάσκων παρʼ ἑαυτῷ τεθῆναι, οἶδʼ ὅτι οὐκ ἂν ἐθελήσειεἐθελήσειεDobree: -ση. μαρτυρῆσαι ἐναντία ταῖς διαθήκαις αἷς αὐτὸς ἀποφαίνει. ὅμως μέντοι καὶ κάλει Ἱεροκλέα, ἵνα ἐναντίον τούτων μαρτυρήσῃ ἢ ἐξομόσηται.
19
ἘξωμοσίαἐξωμοσίαBaiter-Sauppe: μαρτυρία.
19
ἀκριβῶς μὲν ᾔδειν· τοῦ γὰρ αὐτοῦ ἀνδρός ἐστιν, ἃ μὲν οἶδεν, ἐξόμνυσθαι, τῶν δὲ μὴ γενομένων πίστιν ἐθέλειν ἐπιθεῖναι ἦ μὴν εἰδέναι γενόμενα· ὡς δέ, ὅτε ἀπέθνησκεν [ὁ] Εὐθυκράτης ὁ πατὴρ Ἀστυφίλου, ἐπέσκηψε τοῖς οἰκείοις μηδένα ποτὲ ἐᾶσαιἐᾶσαιBaiter: ἐάσειν. ἐλθεῖν τῶν Θουδίππου ἐπὶ τὸ μνῆμα τὸ ἑαυτοῦ, τούτων ὑμῖν τὸντὸνBuermann: τὴν. ἔχοντα τὴν τηθίδα τοῦ Ἀστυφίλου μάρτυραμάρτυραStephanus: μαρτυρίαν. παρέξομαι.
20
Μαρτυρία
20
ἀκούων τοίνυν ταῦτα ὁ Ἀστύφιλος καὶ τούτου καὶ τῶν ἄλλων προσηκόντων εὐθέως ἐκ παιδίου,παιδίουDobree: παίδων. ἐπειδὴ τάχιστα ἤρχετο φρονεῖν, οὐδὲ πώποτε διελέχθη Κλέωνι, ἀλλὰ πρότερον ἐτελεύτησεν, οὐχ ἡγούμενος ὅσιον εἶναι, τοιαύτην αἰτίαν ἔχοντος Θουδίππου περὶ τὸν αὑτοῦ πατέρα, τῷ ἐκείνου ὑεῖ διαλέγεσθαι. ὡς οὖν τὸν ἅπαντα χρόνον διάφορος ἦν Κλέωνι, τούτων ὑμῖν τοὺς συνειδότας μάρτυρας παρέξομαι.
21
Μάρτυρες
21
εἰς τὰς θυσίας τοίνυν, ἐν αἷσπερ οἱ ἄλλοι Ἀθηναῖοι ἑστιῶνται, πρῶτον μὲν δημότην ὄντα, ἔπειτα ἀνεψιόν, ἔτι δὲ τὸν ὑὸν τούτου μέλλοντα ποιεῖσθαι, εἰκὸς δήπου ἦν, ὁπότε περ ἐπιδημοίη,ἐπιδημοίηReiske: ἀπο- μηδὲ μεθʼ ἑνὸς ἄλλου ἰέναιἰέναιReiske: εἶναι. τὸν Ἀστύφιλον ἢ μετὰ Κλέωνος. ὡς τοίνυν οὐδέποτʼ ἦλθε μετʼ αὐτοῦ, ὑμῖν τῶν δημοτῶν μαρτυρίαν ἀναγνώσεται.
22
Μαρτυρία