Ὑπόθεσις
τὸν Ἐρχίεων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταίπροσκαλεῖταί, προσκαλεσαμένοις, προσκαλεσάμενοςReiske: F M προκ-. τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος, ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος, προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὑτοῦ, τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων· οἷς δὲ βεβαίως βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδʼ ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα, κρινέτω δὲ ὁ βουλόμενος εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν.
1
ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο.
2
πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὑτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὑτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο.
3
ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίος〉βίοςadd. Reiske. ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίουπαιδίουScheibe: παίδωνF M. τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉τοὺςadd. Schoemann. φράτορας εἰσάγων,εἰσαγαγὼνScheibe: εἰσάγωνF M. καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν γεγεBekker: τεM, om. F, add. F(2). πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι.