Thesauros Literature Oratory Υπὲρ Εὐφιλήτου

Υπὲρ Εὐφιλήτου

Υπὲρ Εὐφιλήτου Isaeus ca. 420-ca. 350 B.C
7 ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂνἔχοι ἂνHolwell: ἔχοιενF M. ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉εἰπεῖνadd. Sauppe. ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸς〉γαμετὴ καὶ ἀστὸςadd. Radermacher. ὁ πατήρ, καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὐτῷ τοὺς συγγενεῖς μάρτυρας.
8 εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶςὑμᾶςSavile: ἡμᾶςF M. πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις· νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρα συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδʼ ἐν ἑνὶοὐδ’ ἐν ἑνὶScheibe: οὐδὲν οὐδενὶF M. κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶςὑποδίκους ἡμᾶςVictorius: ὑποδιημᾶςF, ὑποδίκουςF(2) M. αὐτοὺς καθιστάντες μαρτυροῦμεν.
9 καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτο εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸνἄριστα τὸνReiske: ἄριστονF M. αὑτοῦ ὑὸν γιγνώσκειν,γιγνώσκεινSylburg: ἐγίνωσκενF M. οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι ἦ μὴνἧ μὴνSylburg: ἡμῖνF M. Εὐφίλητον τουτονὶ ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme