Thesauros Literature Oratory Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
79 φέρε δὴ πρὸς τοῦ Διός, εἰ, ὥσπερ περὶ τοῦ γένους, οὕτω καὶ περὶ τοῦ ἐπιτηδεύματος τούτου ἐδέησε δοῦναι ψῆφον Τίμαρχον, εἴτʼ ἔνοχός ἐστιν εἴτε μή, ἐκρίνετο δὲ τὸ πρᾶγμα ἐν τῷ δικαστηρίῳ, εἰσήγετο δʼ εἰς ὑμᾶς ὥσπερ νυνί, μὴ ἐξῆν δʼ ἐκ τοῦ νόμου ἢ τοῦ ψηφίσματος μήτε ἐμοὶ κατηγορεῖν μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δὲ κῆρυξ οὑτοσὶ ὁ νυνὶ παρεστηκὼς ἐμοὶ ἐπηρώτα ὑμᾶς τὸ ἐκ τοῦ νόμου κήρυγμα· τῶν ψήφων ἡ τετρυπημένη, ὅτῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δὲ πλήρης, ὅτῳ μή, τί ἂν ἐψηφίσασθε; ἀκριβῶς οἶδʼ ὅτι κατέγνωτʼ ἂν αὐτοῦ.
80 εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ πεπαρρησίασθε Blass: ἐπαρρησίασθε MSS. μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος οὗτος Blass: οὑτοσί MSS. ἀναβῇ ἐπὶ τὸ βῆμα· Weidner deletes ἐν τῷ δήμῳ given by the MSS. before or after ἐπὶ τὸ βῆμα. καὶ ἡ βουλή, ὅτε ἐβούλευε ἐβούλευε Emperius: ἐβούλευσε MSS. πέρυσιν. εἰ γὰρ μνησθείη εἰ γὰρ μνησθείη Blass: ὅταν μνησθῇ or ὅταν ἐμνήσθη or ἢ ἐὰν μνησθῇ MSS. τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι ποι Reiske: που MSS. τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.
81 καὶ τὰ μὲν πολλὰ καὶ παλαιὰ ἐάσω, τὰ δὲ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γενόμενα, ὅτε ἐγὼ τὴν ἐπαγγελίαν ταύτην Τιμάρχῳ ἐπήγγειλα, ταῦθʼ ὑμᾶς ἀναμνῆσαι βούλομαι.
81 τῆς γὰρ βουλῆς τῆς ἐν Ἀρείῳ πάγῳ πρόσοδον ποιουμένης πρὸς τὸν δῆμον κατὰ τὸ ψήφισμα, ὃ οὗτος εἰρήκει περὶ τῶν οἰκήσεων τῶν ἐν τῇ Πυκνί, ἦν μὲν ὁ τὸν λόγον λέγων ἐκ τῶν Ἀρεοπαγιτῶν Αὐτόλυκος, καλῶς νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ σεμνῶς καὶ ἀξίως ἐκείνου τοῦ συνεδρίου βεβιωκώς·
82 ἐπειδὴ δέ που προϊόντος τοῦ λόγου εἶπεν ὅτι τό γε εἰσήγημα τὸ Τιμάρχου ἀποδοκιμάζει ἡ βουλή, καὶ περὶ τῆς ἐρημίας ταύτης καὶ τοῦ τόπου τοῦ ἐν τῇ Πυκνὶ μὴ θαυμάσητε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ Τίμαρχος ἐμπειροτέρως ἔχει τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, ἀνεθορυβήσατε ὑμεῖς ἐνταῦθα καὶ ἔφατε τὸν Αὐτόλυκον ἀληθῆ λέγειν· εἶναι γὰρ αὐτὸν ἔμπειρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme