Thesauros Literature Oratory Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
87 φέρε δὴ πρὸς τοῦ Διὸς καὶ θεῶν, εἰ ἐπὶ τὴν αὐτὴν ἐτράποντο ἀπολογίαν ἥνπερ Τίμαρχος νυνὶ καὶ οἱ συναγορεύοντες αὐτῷ, καὶ ἠξίουν διαρρήδην τινὰ μαρτυρεῖν περὶ τῆς αἰτίας ἢ τοὺς δικαστὰς μὴ πιστεύειν· πᾶσα δήπου ἀνάγκη ἦν ἐκ τοῦ λόγου τούτου μαρτυρεῖν τὸν μέν, ὡς ἐδέκαζε, τὸν δέ, ὡς ἐδεκάζετο, προκειμένης ἑκατέρῳ ζημίας ἐκ τοῦ νόμου θανάτου, ὥσπερ ἐνθάδε, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐφʼ ὕβρει, καὶ πάλιν ἐάν τις Ἀθηναίων ἐπὶ τῇ τοῦ σώματος αἰσχύνῃ ἑκὼν μισθαρνῇ.
88 ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, ἢ κατήγορος ὃς ἐνεχείρησʼ ἂν ἂν is inserted by the editor. Some MSS. omit the ἂν of the first clause. τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος; οὐ δῆτα. τί οὖν; ἀπέφυγον οἱ κρινόμενοι; μὰ τὸν Ἡρακλέα, ἐπεὶ θανάτῳ ἐζημιώθησαν, πολὺ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τοῦ ἀνθρώπου· ἐκεῖνοι μέν γε οἱ ταλαίπωροι οὐ δυνάμενοι γῆρας ἅμα καὶ πενίαν ἀμύνεσθαι, τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ταύταις ἐχρήσαντο ταῖς συμφοραῖς, οὗτος δʼ οὐκ ἐθέλων τὴν ἑαυτοῦ βδελυρίαν κατέχειν.
89 εἰ μὲν τοίνυν ἦν ὁ ἀγὼν οὑτοσὶ ἐν πόλει ἐκκλήτῳ, ὑμᾶς ἂν ἔγωγε ἠξίωσα μάρτυράς μοι γενέσθαι, τοὺς ἄριστα εἰδότας ὅτι ἀληθῆ λέγω· εἰ δʼ ὁ μὲν ἀγών ἐστιν Ἀθήνησιν, οἱ δʼ αὐτοὶ δικασταί μοι καὶ μάρτυρές ἐστε τῶν λόγων, ἐμοὶ μὲν ἀναμιμνῄσκειν προσήκει, ὑμᾶς δέ μοι μὴ ἀπιστεῖν. καὶ γὰρ ἔμοιγε δοκεῖ Τίμαρχος οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ αὑτοῦ μόνον ἐσπουδακέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων τῶν ταὐτὰ διαπεπραγμένων αὐτῷ.
90 εἰ γὰρ ἡ μὲν πρᾶξις αὕτη ἔσται, ὥσπερ εἴωθε γίγνεσθαι, λάθρᾳ καὶ ἐν ἐρημίαις καὶ ἐν ἰδίαις οἰκίαις, ὁ δὲ ἄριστα μὲν εἰδώς, καταισχύνας δέ τινα τῶν πολιτῶν, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἔνοχος ἔσται τοῖς μεγίστοις ἐπιτιμίοις, ὁ δὲ κρινόμενος καταμεμαρτυρημένος ὑπὸ τοῦ ἑαυτοῦ βίου καὶ τῆς ἀληθείας ἀξιώσει μὴ ἐξ ὧν γιγνώσκεται, ἀλλʼ ἐκ τῶν μαρτυριῶν κρίνεσθαι, ἀνῄρηται ὁ νόμος καὶ ἡ ἀλήθεια, καὶ δέδεικται φανερὰ ὁδός, διʼ ἧς οἱ τὰ μέγιστα κακουργοῦντες ἀποφεύξονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme