Thesauros Literature Oratory Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
95 εἰ δέ τις ἀγνοεῖ ταῦθʼ ὅπως ἔχει, ἐγὼ σαφέστερον αὐτὰ πειράσομαι διορίσαι τῷ λόγῳ. ἕως μὲν γὰρ ἀντήρκει ἡ τῆς ἐπικλήρου οὐσία ἣν Ἡγήσανδρος ὁ τοῦτον ἔχων ἔγημε, καὶ τὸ ἀργύριον ὃ ἦλθεν ἔχων ἐκ τῆς μετὰ Τιμομάχου ἀποδημίας, ἦσαν ἐπὶ πολλῆς ἀσελγείας καὶ ἀφθονίας· ἐπειδὴ δὲ ταῦτα μὲν ἀπωλώλει καὶ κατεκεκύβευτο καὶ κατωψοφάγητο, οὑτοσὶ δʼ ἔξωρος ἐγένετο, ἐδίδου δʼ εἰκότως οὐδεὶς ἔτι οὐδέν, ἡ δὲ βδελυρὰ φύσις καὶ ἀνόσιος ἀεὶ ἀεὶ Weidner: ἀεὶ τούτου or ἡ τούτου ἀεὶ MSS. τῶν αὐτῶν ἐπεθύμει, καὶ καθʼ ὑπερβολὴν ἀκρασίας ἕτερον ἐφʼ ἑτέρῳ ἐπίταγμα ἐπέταττε,
96 καὶ ἀπεφέρετο εἰς τὸ καθʼ ἡμέραν ἔθος, ἐνταῦθα ἤδη ἐτράπετο ἐπὶ τὸ καταφαγεῖν τὴν πατρῴαν οὐσίαν. καὶ οὐ μόνον κατέφαγεν, ἀλλʼ εἰ οἷόν τʼ ἐστὶν εἰπεῖν, καὶ κατέπιεν. καὶ γὰρ οὐδὲ τῆς ἀξίας ἕκαστον τῶν κτημάτων ἀπέδοτο, οὐδʼ ἐδύνατʼ ἀναμένειν τὸ πλέον οὐδὲ τὸ λυσιτελοῦν, ἀλλὰ τοῦ ἤδη εὑρίσκοντος ἀπεδίδοτο· οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς.
97 τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφʼ ἧς ἕτερος μὲν κἂν κἂν Cobet: ἂν καὶ or ἂν MSS. ἐλῃτούργει, οὗτος δὲ οὐδʼ αὑτῷ διαφυλάξαι ἐδυνήθη· οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δʼ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύʼ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δʼ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον· ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.
98 καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἐνταῦθα μέντοι νὴ Δία σαφῶς πάνυ καὶ διαρρήδην ἐγὼ μαρτυροῦντας ὑμῖν τοὺς μάρτυρας παρέξομαι· οὐδεὶς γὰρ κίνδυνος, ὥσπερ ἐκεῖ, οὐδʼ αἰσχύνη πρόσεστιν οὐδεμία τῷ τἀληθῆ μαρτυροῦντι. τὴν μὲν γὰρ οἰκίαν τὴν ἐν ἄστει ἀπέδοθʼ οὗτος Ναυσικράτει τῷ κωμικῷ ποιητῇ, ὕστερον δʼ αὐτὴν ἐπρίατο παρὰ τοῦ Ναυσικράτους εἴκοσι μνῶν Κλεαίνετος ὁ χοροδιδάσκαλος· τὴν δʼ ἐσχατιὰν ἐπρίατο παρʼ αὐτοῦ Μνησίθεος ὁ Μυρρινούσιος, τόπον μὲν πολύν, δεινῶς δʼ ἐξηγριωμένον ὑπὸ τούτου·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme