Thesauros Literature Oratory Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
149 ἀναγίγνωσκε δὴ ἃ περὶ τοῦ ὁμοτάφους αὐτοὺς γενέσθαι λέγει ἐν τῷ ὕπνῳ ὁ Πάτροκλος, καὶ περὶ τῶν διατριβῶν, ἃς συνδιέτριβον ἀλλήλοις. οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν· ἀλλʼ ἐμὲ μὲν Κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ· καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι, μαρνάμενον δηίοις Ἑλένης ἕνεκʼ ἠυκόμοιο.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ἵνα πέρ σε καὶ αὐτὸν ὁμοίη γαῖα κεκεύθῃ, χρυσέῳ ἐν ἀμφιφορεῖ, τόν τοι πόρε πότνια μήτηρ, ὡς ὁμοῦ ἐτράφομέν περ ἐν ὑμετέροισι δόμοισιν, εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, ἤματι τῷ, ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισι χολωθείς· ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτρεφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· ὣς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι. Hom. Il. 23.77-94
150 ὡς τοίνυν ἐξῆν αὐτῷ σωθῆναι μὴ τιμωρησαμένῳ τὸν τοῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις. ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος. τὴν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι, ὅ μοι πολὺ φίλτατος ἔσκεν. Hom. Il. 18.95-99
151 ὁ τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που· ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ. Euripides, Sthenoboea: Nauck 672.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme