Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
63 εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δʼ ὑστεραίᾳ πάλιν πάλιν Cobet: πάλιν ἡμέρα MSS. ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην οἰχοίμην Blass: ᾠχόμην MSS. φέρων, πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.
64 ὅτι δʼ οὐ ψευδῆ μόνον κατηγόρηκεν, ἀλλὰ καὶ ἀδύνατα γενέσθαι, μίαν μὲν αὐτὸς καθʼ αὑτοῦ αὑτοῦ Cobet: αὑτοῦ Δημοσθένης MSS. μαρτυρίαν μαρτυρήσει, ἑτέραν δὲ πάντες Ἀθηναῖοι καὶ ὑμεῖς ἀναμιμνῃσκόμενοι, τρίτην δὲ ἡ τῆς αἰτίας ἀπιθανότης, τετάρτην δὲ ἀνὴρ ἀξιόλογος, εἷς τῶν πολιτευομένων, Ἀμύντωρ, ᾧ ψήφισμα ψήφισμα Blass: τὸ ψήφισμα MSS. ἐπεδείξατο Δημοσθένης καὶ ἀνεκοινοῦτο, εἰ δῷ τῷ γραμματεῖ, οὐχ ὑπεναντία, ὑπεναντία Blass: ὑπεναντίαν or ὑπεναντίον MSS. ἀλλὰ ταὐτὰ ταὐτὰ Blass: ταὐτὸν MSS. γεγραφὼς Φιλοκράτει.
65 καί μοι λαβὲ τὸ ψήφισμα καὶ ἀνάγνωθι τὸ Δημοσθένους, ἐν ᾧ φαίνεται γεγραφώς, τῇ μὲν προτέρᾳ τῶν ἐκκλησιῶν συμβουλεύειν τὸν βουλόμενον, τῇ δʼ ὑστέρᾳ τοὺς προέδρους ἐπιψηφίζειν τὰς γνώμας, λόγον δὲ μὴ προτιθέναι, ἐν ᾗ ᾗ Bekker: ᾧ MSS. μέ φησιν αὐτὸς Φιλοκράτει συνειπεῖν.
66 Ψήφισμα
66 οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφʼ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν ὁ μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων λόγον . . . προτιθέντων Cobet: λόγων . . . προτεθέντων MSS. εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων, προέδρων Cobet: προέδρων κωλυόντων MSS. οὐκ εἰπεῖν. τί δʼ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ἢ ὡς ἐκεῖνον ὠφελήσων; ἀλλʼ οὐκ ἐνῆν οὐδέτερα οὐδέτερα Sakorraphos: ἀμφύτερα MSS. ἐξενέγκασθαι, ἀλλʼ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme