Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
112 ἐκεῖνα δʼ ἤδη καὶ σφόδρα διωρθοῦτο· οὐκ εἶπον, ὡς καλὸς εἶ· γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· οὐδʼ ὡς δεινὸς πιεῖν, πιεῖν Cobet: συμπιεῖν MSS. σπογγιᾶς τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· οὐδʼ ὡς μνημονικός, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντος ἐγκώμια εἶναι. ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτʼ ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡς ἔπος εἰπεῖν ἐξ ἁπάσης τῆς Ἑλλάδος, ἐφʼ οἷς γέλωτες οὐχ οἱ τυχόντες ἐγίγνοντο.
113 ἐπειδὴ δέ ποτʼ ἐπαύσατο καὶ σιωπὴ ἐγένετο, ἠναγκαζόμην ἐγὼ λέγειν μετὰ τοιαύτην ἀπαιδευσίαν καὶ κολακείας αἰσχρᾶς ὑπερβολήν. καὶ μικρὰ μὲν μὲν added by Bekker. προεῖπον ἐξ ἀνάγκης πρὸς τὴν προειρημένην κατὰ τῶν συμπρέσβεων ὑπʼ αὐτοῦ διαβολήν, λέγων ὅτι μέμψειαν ἡμᾶς Ἀθηναῖοι πρέσβεις οὐκ ἀπολογησομένους ἐν Μακεδονία περὶ ἡμῶν αὐτῶν, ἀλλʼ οἴκοθεν ἐκ τοῦ βίου δεδοκιμασμένους ἀξίους τῆς πόλεως εἶναι.
114 βραχέα δʼ ὑπὲρ τῶν ὅρκων εἰπών, ἐφʼ οὓς ἥκομεν, ἥκομεν Cobet: ἥκομεν ἀποληψόμενοι MSS. καὶ περὶ τῶν ἄλλων ἃ προσετάξατε ὑμεῖς, διεξῄειν· ὁ γὰρ περιττὸς κἀν τοῖς λόγοις δεινὸς Δημοσθένης οὐδενὸς τῶν ἀναγκαίων ἐμνήσθη· καὶ δὴ καὶ περὶ τῆς εἰς Πύλας στρατείας εἶπον καὶ περὶ τῶν ἱερῶν καὶ περὶ Δελφῶν καὶ περὶ τῶν Ἀμφικτυόνων, καὶ μάλιστα μὲν Φίλιππον ἠξίουν μὴ μεθʼ ὅπλων, ἀλλὰ μετὰ ψήφου καὶ κρίσεως τἀκεῖ καθιστάναι, εἰ δʼ ἄρα μὴ δυνατὸν εἴη, (τοῦτο δʼ ἦν πρόδηλον· τὸ γὰρ στρατόπεδον παρῆν καὶ συνήθροιστο·) εἶπον, ὅτι τὸν μέλλοντα ὑπὲρ Ἑλληνικῶν ἱερῶν βουλεύεσθαι πολλὴν προσήκει πρόνοιαν ὑπὲρ εὐσεβείας ἔχειν, καὶ τοῖς περὶ τῶν πατρίων ἐγχειροῦσι διδάσκειν προσέχειν τὸν νοῦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme