118
ἵνα δὲ μὴ διατρίβω τοὺς ἐκεῖ λόγους ῥηθέντας νυνὶ πρὸς ὑμᾶς ἀκριβῶς διεξιών, ἐν κεφαλαίῳ περὶ πάντων εἰπὼν παύσομαι. ἡ μὲν τύχη καὶ Φίλιππος ἦσαν τῶν ἔργων κύριοι, ἐγὼ δὲ τῆς εἰς ὑμᾶς εὐνοίας καὶ τῶν λόγων. παρʼ ἐμοῦ μὲν οὖν ἐρρήθη τὰ δίκαια καὶ τὰ συμφέροντα ὑμῖν, ἀπέβη δὲ οὐχ ὡς ἡμεῖς ηὐχόμεθα, ἀλλʼ ὡς Φίλιππος ἔπραξε. πότερον οὖν ὁ μηδὲν προθυμηθεὶς ἐργάσασθαι ἀγαθὸν δίκαιός ἐστιν εὐδοξεῖν, ἢ ὁ μηδὲν ὧν ἦν δυνατὸς ἐλλιπών; ἐλλιπών Hamaker: ἐλλείπων MSS. ἐν δὲ τῷ παρόντι νυνὶ πολλὰ διὰ τὸν καιρὸν παραλείπω.
119
εἶπε δέ, ὡς ἐψευδολόγουν φάσκων ὀλίγων ἡμερῶν τὰς Θήβας ἔσεσθαι ταπεινάς, καὶ τοὺς Εὐβοέας ὡς ἐφόβουν, προάγων εἰς ἐλπίδας κενὰς κενὰς Markland: τινὰς MSS. ὑμᾶς. ὃ δὲ ποιεῖ, καταμάθετε, ὦ ἄνδρες Ἀθηναῖοι. ἐγὼ γὰρ παρὰ Φιλίππῳ μὲν ὢν ἠξίωσα, πρὸς δʼ ὑμᾶς ἥκων ἀπήγγελλον, ὅτι τὰς Θήβας Βοιωτίαν δίκαιον ἡγοίμην εἶναι, καὶ μὴ τὴν Βοιωτίαν Θήβας. τοῦτο οὐκ ἀπαγγεῖλαι, ἀλλʼ ὑποσχέσθαι μέ φησιν.
120
ἔλεγον δὲ πρὸς ὑμᾶς, ὅτι Κλεοχάρης ὁ Χαλκιδεὺς θαυμάζειν ὑμῶν καὶ Φιλίππου φαίη τὴν ἐξαίφνης ὁμόνοιαν, ἄλλως τε καὶ ἄλλως τε καὶ Blass: ὡς καὶ τὸ or καὶ τὸ MSS. προστεταγμένον ἡμῖν, πράττειν ἀγαθὸν ὅ τι ἂν δυνώμεθα· δυνώμεθα Weidner: δυνώμεθα ἐν τῷ ψηφίσματι MSS. τοὺς γὰρ μικροπολίτας, ὥσπερ αὐτός, φοβεῖν τὰ τῶν μειζόνων ἀπόρρητα. ταῦτα οὐ διηγήσασθαί με φησίν, ἀλλʼ ἐπηγγέλθαι τὴν Εὔβοιαν παραδώσειν. ἐγὼ δὲ ὑπειλήφειν δεῖν τὴν πόλιν τὴν ὑπὲρ τῶν ὅλων μέλλουσαν βουλεύεσθαι μηδενὸς λόγου Ἑλληνικοῦ ἀνήκοον εἶναι.
121
διέβαλλε δέ, κἀκεῖνον διαιρούμενος τὸν λόγον, ὡς ἀπαγγέλλειν τἀληθῆ βουλόμενος, ὑπʼ ἐμοῦ καὶ Φιλοκράτους κωλυθείη. ἐγὼ δʼ ὑμᾶς ἡδέως ἂν ἐροίμην, εἴ τις πώποτε Ἀθηναίων πρεσβευτὴς ἐκπεμφθείς, ἐφʼ οἷς πεπρέσβευκε κεκώλυται πρὸς τὸν δῆμον ἀπαγγέλλειν, καὶ ταῦτα παθὼν καὶ ἀτιμασθεὶς ὑπὸ τῶν συμπρέσβεων, τούτους ἔγραψʼ ἂν ἔγραψ’ ἂν the editor: ἔγραψεν MSS. ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον. Δημοσθένης τοίνυν ἥκων ἀπὸ τῆς ὑστέρας πρεσβείας, ἐν ᾗ φησι τὰ τῶν Ἑλλήνων πράγματα ἀνατραπῆναι, οὐκ ἐν τῷ ψηφίσματι μόνον ἡμᾶς ἐπῄνει,