Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
125 οὐδʼ αὐτὸς ὁ Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδʼ ὁ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ ἐπὶ τῷ H. Wolf: περὶ τὸ MSS. γράφειν μέγα φρονῶν· ἀλλʼ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθʼ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.
126 ὅτι δʼ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθʼ ὧν συνεσίτουν, Ἀγλαοκρέων ὁ Τενέδιος καὶ Ἰατροκλῆς ὁ Πασιφῶντος, μεθʼ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπʼ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ συγχωρεῖ Scholiast: συγχωρήσει MSS. ὁ κατήγορος, καταλύω· παρέσται δὲ ὁ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.
127 κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων συσσίτων Baiter: συσσίτων βασανιζόμενοι MSS. γεγονέναι, μὴ φείσησθέ μου, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἀναστάντες ἀποκτείνατε. ἐὰν δʼ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.
128 Μαρτυρία. Πρόκλησις
128 ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδʼ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν ὁ Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, διʼ ἣν ἠγρυπνοῦμεν γράφοντες.
129 Ἐπιστολή
129 ἀκούετε, ὦ ἄνδρες, ὅτι τοὺς ὅρκους ἀποδέδωκα, φησί, τοῖς ὑμετέροις πρέσβεσι, καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατʼ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δʼ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτʼ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθʼ ἡμέραν ἄνευ ἐμοῦ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme