133
ψηφισαμένων δʼ ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἐτῶν ἐτῶν Blass: ἔτη γεγονότας MSS. ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπηγγελμένους ἐπηγγελμένους Hamaker: ἐπαγγελλομένους or ἐπαγγειλαμένους MSS. ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλʼ ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρʼ αὑτοῖς. αὑτοῖς Markland: αὐτοῖς MSS.
134
κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλʼ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες ἐπαγγέλλοντες Baiter and Sauppe: ἀπαγγέλλοντες MSS. μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον ἀπέφαινον Blass: ἀπέφηναν MSS. Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.
135
Μαρτυρίαι. Ἐπιστολή
135
ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων, προσδιαμαρτυρούντων Hamaker: προσδιαμαρτυρησάντων MSS. ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δʼ ἐπίστευεν.