Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
139 οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν τὴν added by Franke. ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφʼ ἣν τολμᾶς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δʼ ὢν οὐδέπω οὐδέπω Blass: οὔπω MSS. καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.
140 τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δʼ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶς χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους ἄλλους Blass: Ἀμφικτύονας MSS. πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου,
141 Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δʼ ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις οὐ διʼ ἐμέ, ἀλλὰ διὰ τὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. μεγάλα δʼ οἶμαι τούτων ἔργῳ ἔργῳ Blass: ἐγὼ MSS. σημεῖα ἐπιδείξειν.
142 εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δʼ ἐκώλυσα κατελθεῖν· νῦν δʼ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δʼ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν τὴν added by Franke. ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. ὁ μὲν γὰρ Φάλαικος Φάλαικος Dobree: Φάλαικος τύραννος (orὁ τύραννος) MSS. ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δʼ ἐμοῦ διεσώθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme