162
συνῇδον γὰρ τοὺς παιᾶνας Φιλίππῳ, κατεσκαμμένων τῶν ἐν Φωκεῦσι πόλεων, ὥς φησιν ὁ κατήγορος. καὶ ποίῳ δύναιτʼ ἄν τις τεκμηρίῳ τοῦτο σαφῶς ἐπιδεῖξαι; ἐκλήθην μὲν γὰρ ἐπὶ τὰ ξένια μετὰ τῶν συμπρέσβεων, ἦσαν δʼ οἱ κλητοὶ καὶ συνδειπνοῦντες σὺν ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις οὐκ ἐλάττους ἢ διακόσιοι. ἐν δὲ τούτοις ὡς ἔοικεν ἐγὼ διαφανὴς ἦν οὐχ ὑποσιγῶν, ἀλλὰ συνᾴδων, ὥς φησι Δημοσθένης, οὔτʼ αὐτὸς παρών, οὔτε τῶν ἐκεῖ παρόντων οὐδένα παρασχόμενος μάρτυρα.
163
καὶ τῷ τῷ Cobet: τῷ γε MSS. δῆλος ἦ, εἰ μή γε ὥσπερ ἐν τοῖς χοροῖς προῇδον; οὐκοῦν εἰ μὲν ἐσίγων, ψευδῆ μου κατηγορεῖς· εἰ δὲ ὀρθῆς ἡμῖν τῆς πατρίδος οὔσης, καὶ τῶν πολιτῶν κοινῇ μηδὲν ἀτυχούντων, συνῇδον μετὰ τῶν ἄλλων πρέσβεων τὸν παιᾶνα, ἡνίκα ὁ θεὸς μὲν ἐτιμᾶτο, Ἀθηναῖοι δὲ μηδὲν ἠδόξουν, εὐσέβουν, ἀλλʼ οὐκ ἠδίκουν, καὶ δικαίως ἂν σῳζοίμην. ἔπειτα ἐγὼ μὲν διὰ ταῦτα ἀνηλεής τις ἀνηλεής τις Dobree: ἀνηλέητος or ἀνηλέητός τις MSS. εἰμὶ ἄνθρωπος, σὺ δὲ εὐσεβὴς ὁ τῶν ὁμοσπόνδων καὶ συσσίτων κατήγορος;
164
ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρέσβευκα πρὸς Φίλιππον, πρότερον παρακαλῶν πεπρέσβευκα . . . παρακαλῶν Hamaker: πεπρεσβευκὼς . . . παρεκάλουν MSS. ἐπʼ ἐκεῖνον τοὺς Ἕλληνας. καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε εἰς τὴν πατρίδα φεύγοντας Θηβαίους, καὶ πάλιν τούτοις ἐμαχέσασθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν αὐτοὺς ἐσώσατε. καὶ μυρίοις ἄλλοις ἤδη τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.