Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
176 καὶ τοσαῦτʼ ἔχοντες τἀγαθά, πάλιν πόλεμον πόλεμον Markland: πολεμον δι’ Ἀργείους MSS. πρὸς Λακεδαιμονίους ἐξηνέγκαμεν πεισθέντες ὑπʼ Ἀργείων, καὶ τελευτῶντες ἐκ τῆς τῶν ῥητόρων ἁψιμαχίας εἰς φρουρὰν τῆς πόλεως καὶ τοὺς τετρακοσίους καὶ τοὺς ἀσεβεῖς τριάκοντα ἐνεπέσομεν, οὐκ εἰρήνην ποιησάμενοι, ἀλλʼ ἐκ προσταγμάτων ἠναγκασμένοι. πάλιν δὲ σωφρόνως πολιτευθέντες, καὶ τοῦ δήμου κατελθόντος ἀπὸ Φυλῆς, Ἀρχίνου καὶ Θρασυβούλου προστάντων τοῦ δήμου, καὶ τὸ μὴ μνησικακεῖν πρὸς ἀλλήλους ἔνορκον ἡμῖν καταστησάντων, ὅθεν σοφωτάτην ἅπαντες τὴν πόλιν ἡγήσαντο εἶναι,
177 κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δʼ ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους κινδύνους Baiter and Sauppe: the MSS. have ἡμῶν before κινδύνους or after πόλιν. τὴν πόλιν καθιστᾶσι, τὸ τὸ Bekker · καὶ τὸ MSS . μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακείᾳ θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται.
178 οὗτοι νῦν ἐπʼ ἐμὲ συστραφέντες ἥκουσι, καὶ φασὶ μὲν τὸν Φίλιππον τὴν εἰρήνην πρίασθαι, καὶ προλαβεῖν ἡμῶν ἐν ταῖς συνθήκαις ἅπαντα, ἣν δʼ αὐτὸς εὗρεν εἰρήνην αὑτῷ συμφέρουσαν, ταύτην παραβεβηκέναι. ἐμὲ δʼ οὐχ ὡς πρεσβευτὴν κρίνουσιν, ἀλλʼ ὡς ἐγγυητὴν Φιλίππου καὶ τῆς εἰρήνης· καὶ τὸν τῶν λόγων κύριον τὰς τῶν ἔργων προσδοκίας ἀπαιτοῦσι. τὸν αὐτὸν δὲ ἐν μὲν τοῖς ψηφίσμασιν ἐπαινέτην ἐπιδείκνυμι, ἐν δὲ τῷ δικαστηρίῳ κατηγόρῳ κέχρημαι. δέκατος δʼ αὐτὸς πρεσβεύσας, μόνος τὰς εὐθύνας δίδωμι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme