Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
179 κἀμοὶ κἀμοὶ Hamaker · κἀμοὶ μὲν οἱ MSS . συνδεησόμενοι πάρεισιν ὑμῶν πατὴρ μέν, οὗ τὰς τοῦ γήρως ἐλπίδας μὴ ἀφέλησθε, ἀδελφοὶ δέ, οἳ διαζυγέντες ἐμοῦ ζῆν οὐκ ἂν προέλοιντο, κηδεσταὶ δὲ καὶ ταυτὶ τὰ μικρὰ παιδία καὶ τοὺς μὲν τοὺς μὲν Blass: the MSS. have μὲν after μικρὰ or after ταυτὶ ( one MS. omits). κινδύνους οὔπω συνιέντα, ἐλεινὰ δέ, εἴ τι συμβήσεται ἡμῖν παθεῖν. ὑπὲρ ὧν ἐγὼ δέομαι καὶ ἱκετεύω πολλὴν πρόνοιαν πρόνοιαν Blass ( Aldus): the MSS. have ὑμᾶς, ἡμῖν, or ἡμῶν before πρόνοιαν, or ἡυῶν after ποόνοιαν. ποιήσασθαι, καὶ μὴ τοῖς ἐχθροῖς αὐτοὺς μηδʼ ἀνάνδρῳ καὶ γυναικείῳ τὴν ὀργὴν ἀνθρώπῳ παραδοῦναι.
180 παρακαλῶ δὲ καὶ ἱκετεύω σῶαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δʼ ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων ἢ νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες, ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα,
181 τοὺς δʼ ἄλλους ἅπαντας, οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφʼ ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρʼ ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. οὐ γὰρ ὁ θάνατος δεινόν, ἀλλʼ ἡ περὶ τὴν τελευτὴν ὕβρις. ὕβρις Cobet: ὕβρις φοβερά MSS.
182 πῶς δὲ οὐκ οἰκτρὸν ἰδεῖν ἐχθροῦ πρόσωπον ἐπεγγελῶντος, καὶ τοῖς ὠσὶ τῶν ὀνειδῶν ἀκοῦσαι; ἀλλʼ ὅμως τετόλμηται· δέδοται τὸ σῶμα τῷ κινδύνῳ. παρʼ ὑμῖν ἐτράφην, ἐν ταῖς ὑμετέραις διατριβαῖς βεβίωκα. οὐδεὶς ὑμῶν διὰ τὰς ἐμὰς ἡδονὰς κάκιον οἰκεῖ, οὐδὲ ἐστέρηται τῆς πατρίδος κατηγόρου τυχών, τυχὼν Benseler: the MSS. have ἐν τοῖς δήμοις after τυχὼν or after οἰκεῖ. ὅτʼ ἦσαν αἱ διαψηφίσεις, οὐδʼ ὑπεύθυνος ὢν ἀρχῆς ἐκινδύνευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme