Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
21 πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις, λόγοις Baiter: λόγοις οἱ συμπρέσβεις MSS. ἀλλʼ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, λέγειν Taylor: λέγειν ἡμᾶς (or ὑμᾶς) τῶν συμπρέσβεων (or πρέσβεων) MSS. καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, ἐπηγγέλλετο Taylor: before ἐπηγγέλλετο the MSS. have ἔχειν ἀφθόνους or ἀφθόνους ἔχειν. καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δʼ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.
22 ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς πρὸς added by Reiske. ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον τὸν πρεσβύτατον πρῶτον Herwerden: τοὺς πρεσβυτάτους πρώτους MSS. λέγειν καὶ τοὺς λοιποὺς καθʼ ἡλικίαν· ἐτύγχανε δʼ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου τἀνθρώπου Markland: ἀνθρώπου MSS. φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατʼ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδʼ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδʼ ἐγγενής.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme