Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
74 λανθάνει γὰρ ὁ μὲν Φιλοκράτης ἐν ψηφίσματι μετὰ τῶν ἄλλων ἄλλων Blass: ἄλλων γραμμάτων MSS. παρεγγράψας, ὁ δʼ ἐπιψηφίσας, Δημοσθένης, Δημοσθένης Markland: the MSS. add ἐν ᾧ γέγραπται. ἀποδοῦναι δὲ τοὺς ὅρκους τοῖς πρέσβεσι τοῖς παρὰ Φιλίππου ἐν τῇδε τῇ ἡμέρᾳ τοὺς συνέδρους τῶν συμμάχων. παρὰ δὲ Κερσοβλέπτου σύνεδρος οὐκ ἐκάθητο· γράψας δὲ τοὺς συνεδρεύοντας ὀμνύναι, τὸν Κερσοβλέπτην οὐ συνεδρεύοντα ἐξέκλῃσε τῶν ὅρκων.
75 ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθί μοι, τίς ἦν ὁ ταῦτα γράψας, καὶ τίς ὁAfter ὁ the MSS. have ταῦτα· Blass brackets. ἐπιψηφίσας. ἐπιψηφίσας Franke: ἐπιψηφίσας πρόεδρος MSS.
75 Ψήφισμα
75 καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων γραμμάτων φυλακή· ἀκίνητον γάρ ἐστι, καὶ οὐ συμμεταπίπτει τοῖς αὐτομολοῦσιν ἐν τῇ πολιτείᾳ, ἀλλʼ ἀπέδωκε τῷ δήμῳ, ὁπόταν βούληται, συνιδεῖν τοὺς πάλαι μὲν πονηρούς, ἐκ μεταβολῆς δʼ ἀξιοῦντας εἶναι χρηστούς.
76 ὑπόλοιπον δʼ ἐστί μοι τὴν κολακείαν διεξελθεῖν. Δημοσθένης γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐνιαυτὸν βουλεύσας, οὐδεμίαν πώποτε φανήσεται πρεσβείαν εἰς προεδρίαν καλέσας, ἀλλὰ τότε μόνον καὶ πρῶτον· πρῶτον the editor: πρῶτον πρέσβεις εἰς προεδρίαν ἐκάλεσε MSS. καὶ προσκεφάλαια ἔθηκε, καὶ φοινικίδας περιεπέτασε, καὶ ἅμα τῇ ἡμέρᾳ ἡγεῖτο τοῖς πρέσβεσιν εἰς τὸ θέατρον, ὥστε καὶ συρίττεσθαι διὰ τὴν ἀσχημοσύνην καὶ κολακείαν. καὶ ὅτʼ ἀπῄεσαν, ἀπῄεσαν Taylor: ἀπῄεσαν εἰς Θήβας MSS. ἐμισθώσατο αὐτοῖς τρία ζεύγη ὀρεικὰ καὶ τοὺς πρέσβεις προὔπεμψεν εἰς Θήβας, καταγέλαστον τὴν πόλιν ποιῶν. ἵνα δʼ ἐπὶ τῆς ὑποθέσεως μείνω, λαβέ μοι τὸ ψήφισμα τὸ περὶ τῆς προεδρίας.
77 Ψήφισμα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme