Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
81 συνέβη τε ἐν τοῖς αὐτοῖς χρόνοις διαφέρεσθαί τι Δημοσθένην καὶ Φιλοκράτην σχεδὸν ὑπὲρ τούτων ὑπὲρ ὧν καὶ ὑμεῖς ὑπωπτεύσατε· ὑπωπτεύσατε the editor: αὐτοὺς ὑπωπτεύσατε διενεχθῆναι MSS. τοιαύτης τοιαύτης Taylor: τοιαύτης δὲ MSS. cp. § 149 and Aeschin. 2.157. ἐμπιπτούσης ταραχῆς, μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο, μετὰ δειλίας καὶ τῆς πρὸς Φιλοκράτην ὑπὲρ τῆς δωροδοκίας ζηλοτυπίας, καὶ ἡγήσατο, εἰ τῶν συμπρεσβευόντων καὶ τοῦ Φιλίππου κατήγορος ἀναφανείη, τὸν μὲν Φιλοκράτην προδήλως ἀπολεῖσθαι, τοὺς δὲ ἄλλους συμπρέσβεις κινδυνεύσειν, αὐτὸς δʼ εὐδοκιμήσειν, καὶ προδότης ὢν τῶν φίλων καὶ πονηρός, πιστὸς τῷ δήμῳ φανήσεσθαι.
82 κατιδόντες δʼ αὐτὸν οἱ τῇ τῆς πόλεως προσπολεμοῦντες ἡσυχίᾳ, ἄσμενοι παρεκάλουν ἐπὶ τὸ βῆμα, τὸν μόνον ἀδωροδόκητον ὀνομάζοντες τῇ πόλει· ὁ δὲ παριὼν ἀρχὰς αὐτοῖς ἐνεδίδου πολέμου καὶ ταραχῆς. οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ πρῶτος ἐξευρὼν Σέρριον τεῖχος καὶ Δορίσκον καὶ Ἐργίσκην καὶ Μυρτίσκην καὶ Γάνος καὶ Γανιάδα, Γανιάδα Franke [Harpocration]: Γανίδα MSS. χωρία ὧν οὐδὲ τὰ ὀνόματα ᾔδεμεν πρότερον. καὶ εἰς τοῦτο φέρων περιέστησε τὰ πράγματα, ὥστʼ εἰ μὲν μὴ πέμποι πρέσβεις Φίλιππος, καταφρονεῖν αὐτὸν ἔφη τῆς πόλεως, εἰ δὲ πέμποι, κατασκόπους πέμπειν, ἀλλʼ οὐ πρέσβεις.
83 εἰ δὲ ἐπιτρέπειν ἐθέλοι πόλει τινὶ ἴσῃ καὶ ὁμοίᾳ περὶ τῶν ἐγκλημάτων, οὐκ εἶναι κριτὴν ἴσον ἡμῖν ἔφη καὶ Φιλίππῳ. Ἁλόννησον ἐδίδου· ὁ δʼ ἀπηγόρευε μὴ λαμβάνειν, εἰ δίδωσιν, ἀλλὰ μὴ ἀποδίδωσι, περὶ συλλαβῶν διαφερόμενος. καὶ τὸ τελευταῖον στεφανώσας τοὺς μετὰ Ἀριστοδήμου εἰς Θετταλίαν καὶ Μαγνησίαν παρὰ τὰς τῆς εἰρήνης συνθήκας πρεσβεύσαντας, τὴν μὲν εἰρήνην διέλυσε, τὴν δὲ συμφορὰν καὶ τὸν πόλεμον κατεσκεύασεν.
84 ναί, ἀλλὰ χαλκοῖς καὶ ἀδαμαντίνοις τείχεσιν, ὡς αὐτός φησι, τὴν χώραν ἡμῶν ἐτείχισε, τῇ τῶν Εὐβοέων καὶ Θηβαίων συμμαχίᾳ. ἀλλά, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ταῦτα καὶ μέγιστα ἠδίκησθε καὶ μάλιστα ἠγνοήκατε. σπεύδων δʼ εἰπεῖν περὶ τῆς θαυμαστῆς συμμαχίας τῆς τῶν Θηβαίων, ἵνʼ ἐφεξῆς λέγω, περὶ τῶν Εὐβοέων πρῶτον μνησθήσομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme