Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
88 καὶ εἰ μὴ πρῶτον μὲν θεῶν τις ἔσωσε τὸ στρατόπεδον, ἔπειθʼ οἱ στρατιῶται οἱ ὑμέτεροι καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς ἄνδρες ἐγένοντο ἀγαθοί, καὶ παρὰ τὸν ἱππόδρομον τὸν ἐν Ταμύναις ἐκ παρατάξεως μάχῃ κρατήσαντες ὑποσπόνδους ἀφεῖσαν τοὺς πολεμίους, ἐκινδύνευσεν ἂν ἡ πόλις αἴσχιστα παθεῖν· οὐ γὰρ τὸ δυστυχῆσαι κατὰ πόλεμον μέγιστόν ἐστι κακόν, ἀλλʼ ὅταν τις πρὸς ἀνταγωνιστὰς ἀναξίους ἀναξίους Weidner: ἑαυτοῦ ἀναξίους or ἀναξίους αὑτοῦ MSS. διακινδυνεύων ἀποτύχῃ, διπλασίαν εἰκὸς εἶναι τὴν συμφοράν.
88 ἀλλʼ ὅμως ὑμεῖς τοιαῦτα πεπονθότες πάλιν διελύσασθε πρὸς αὐτούς. τυχὼν δὲ συγγνώμης παρʼ ὑμῶν Καλλίας ὁ Χαλκιδεύς,
89 μικρὸν διαλιπὼν χρόνον πάλιν ἧκε φερόμενος εἰς τὴν ἑαυτοῦ φύσιν, Εὐβοϊκὸν μὲν τῷ λόγῳ συνέδριον εἰς Χαλκίδα συνάγων, ἰσχυρὰν δὲ τὴν Εὔβοιαν ἐφʼ ὑμᾶς ἔργῳ κατασκευάζων, κατασκευάζων Blass: παρασκευάζων MSS. ἐξαίρετον δʼ αὑτῷ τυραννίδα περιποιούμενος. κἀνταῦθα ἐλπίζων συναγωνιστὴν Φίλιππον λήψεσθαι, ἀπῆλθεν εἰς Μακεδονίαν καὶ περιῄει μετὰ Φιλίππου, καὶ τῶν ἑταίρων εἷς ὠνομάζετο.
90 ἀδικήσας δὲ Φίλιππον κἀκεῖθεν ἀποδράς, ὑπέβαλεν ἑαυτὸν φέρων Θηβαίοις. καταλιπὼν καταλιπὼν Franke: ἐγκαταλιπὼν MSS. δὲ κἀκείνους, καὶ πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου, παρʼ ὃν ὤκει, εἰς μέσον πίπτει τῆς τε Θηβαίων ἔχθρας καὶ τῆς Φιλίππου. ἀπορῶν δʼ ὅ τι χρήσαιτο αὑτῷ, καὶ παραγγελλομένης ἐπʼ αὐτὸν ἤδη στρατείας, στρατείας Stephanus: στρατιᾶς MSS. μίαν ἐλπίδα λοιπὴν κατεῖδε σωτηρίας, ἔνορκον λαβεῖν τὸν Ἀθηναίων δῆμον, σύμμαχον ὀνομασθέντα, βοηθήσειν, εἴ τις ἐπʼ αὐτὸν ἴοι· ὃ πρόδηλον ἦν ἐσόμενον, εἰ μὴ ὑμεῖς κωλύσετε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme