10
πολλοὶ γὰρ πάνυ τῶν ὑπευθύνων, ἐπʼ αὐτοφώρῳ κλέπται τῶν δημοσίων χρημάτων ὄντες ἐξελεγχόμενοι, διεφύγγανον ἐκ τῶν δικαστηρίων, εἰκότως· ᾐσχύνοντο γὰρ οἶμαι οἱ δικασταί, εἰ φανήσεται ὁ αὐτὸς ἀνὴρ ἐν τῇ αὐτῇ πόλει, πρώην πόλει, πρώην Cobet: after πόλει the MSS. have τυχὸν δὲ καὶ ἐν τῷ αὐτῷ ἐνιαυτῷ. μέν ποτε ἀναγορευόμενος ἐν τοῖς ἀγῶσιν, ὅτι στεφανοῦται ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης ὑπὸ τοῦ δήμου χρυσῷ στεφάνῳ, ὁ δὲ αὐτὸς ἀνὴρ μικρὸν ἐπισχὼν ἔξεισιν ἐκ τοῦ δικαστηρίου κλοπῆς ἕνεκα τὰς εὐθύνας ὠφληκώς· ὥστε ἠναγκάζοντο τὴν ψῆφον φέρειν οἱ δικασταί, οὐ περὶ τοῦ παρόντος ἀδικήματος,
11
ἀλλʼ ὑπὲρ τῆς αἰσχύνης τοῦ δήμου.
11
κατιδὼν δή δή Blass [from an ancient quotation, Walz, Rh. iv. 512]: δέ MSS. cp. § 44. τις ταῦτα νομοθέτης τίθησι νόμον καὶ μάλα καλῶς ἔχοντα, διαρρήδην διαρρήδην Cobet: τὸν διαρρήδην MSS. ἀπαγορεύοντα τοὺς ὑπευθύνους μὴ στεφανοῦν. καὶ ταῦτα οὕτως εὖ προκατειληφότος τοῦ νομοθέτου, εὕρηνται κρείττονες λόγοι τῶν νόμων, οὓς εἰ μή τις ὑμῖν ἐρεῖ, λήσετε ἐξαπατηθέντες. τούτων γὰρ γὰρ Cobet: γὰρ τινες MSS. τῶν τοὺς ὑπευθύνους στεφανούντων παρὰ τοὺς νόμους οἱ μὲν φύσει μέτριοί εἰσιν, εἰ δή τις ἐστὶ μέτριος τῶν τὰ παράνομα γραφόντων, ἀλλʼ οὖν προβάλλονταί γέ τι πρὸ τῆς αἰσχύνης. προσγράφουσι προσγράφουσι Dobree: προσεγγράφουσι MSS. γὰρ πρὸς τὰ ψηφίσματα στεφανοῦν τὸν ὑπεύθυνον ἐπειδὰν λόγον καὶ εὐθύνας τῆς ἀρχῆς δῷ.
12
καὶ ἡ μὲν πόλις τὸ ἴσον ἀδίκημα ἀδικεῖται· προκαταλαμβάνονται γὰρ ἐπαίνοις καὶ στεφάνοις αἱ εὔθυναι· ὁ δὲ τὸ ψήφισμα γράφων ἐνδείκνυται τοῖς ἀκούουσιν, ὅτι γέγραφε μὲν παράνομα, αἰσχύνεται δὲ ἐφʼ οἷς ἡμάρτηκε. Κτησιφῶν δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπερπηδήσας τὸν νόμον τὸν περὶ τῶν ὑπευθύνων κείμενον, καὶ τὴν πρόφασιν ἣν ἀρτίως προεῖπον ὑμῖν ἀνελών, πρὶν λόγον πρὶν εὐθύνας δοῦναι γέγραφε μεταξὺ Δημοσθένην ἄρχοντα στεφανοῦν.