217
καὶ νὴ Δία, ὡς ἐγὼ πυνθάνομαι, μέλλει με ἀνερωτᾶν, διὰ τί τὸ μὲν κεφάλαιον αὐτοῦ τῆς πολιτείας ψέγω, τὰ δὲ καθʼ ἕκαστον οὐκ ἐκώλυον οὐδʼ ἐγραφόμην, ἀλλὰ διαλείπων καὶ πρὸς τὴν πολιτείαν οὐ πυκνὰ προσιὼν ἀπήνεγκα τὴν γραφήν. ἐγὼ δὲ οὔτε τὰς Δημοσθένους διατριβὰς ἐζήλωκα, οὔτʼ ἐπὶ ταῖς ἐμαυτοῦ αἰσχύνομαι, οὔτε τοὺς εἰρημένους ἐν ὑμῖν λόγους ἐμαυτῷ ἀρρήτους ἂν ἂν added by Bekker. εἶναι βουλοίμην, οὔτε τὰ αὐτὰ τούτῳ δημηγορήσας δεξαίμην δεξαίυην Blass: ἐδεξάμην MSS. ἂν ζῆν.
218
τὴν δʼ ἐμὴν σιωπήν, ὦ Δημόσθενες, ἡ τοῦ βίου μετριότης παρεσκεύασεν· ἀρκεῖ γάρ μοι μικρά, καὶ μειζόνων αἰσχρῶς οὐκ ἐπιθυμῶ, ὥστε καὶ σιωπῶ καὶ λέγω βουλευσάμενος, οὐκ ἀναγκαζόμενος ὑπὸ τῆς ἐν τῇ φύσει δαπάνης. σὺ δʼ οἶμαι λαβὼν μὲν σιγᾷς, σιγᾷς Cobet: σεσίηκας MSS. ἀναλώσας δὲ κέκραγας· λέγεις δὲ οὐχ ὅταν σοι δοκῇ, οὐδʼ ἃν βούλῃ, ἃν βούλῃ Weidner: ἃ βούλει MSS. ἀλλʼ ὅταν οἱ μισθοδόται σοι προστάττωσιν· οὐκ αἰσχύνῃ δὲ ἀλαζονευόμενος, ἃ παραχρῆμα ἐξελέγχῃ ψευδόμενος.
219
ἀπηνέχθη γὰρ ἡ κατὰ τοῦδε τοῦ ψηφίσματος γραφή, ἣν οὐχ ὑπὲρ τῆς πόλεως, ἀλλʼ ὑπὲρ τῆς πρὸς Ἀλέξανδρον ἐνδείξεώς με φῂς ἀπενεγκεῖν, ἔτι Φιλίππου ζῶντος, πρὶν Ἀλέξανδρον εἰς τὴν ἀρχὴν καταστῆναι, οὔπω σοῦ τὸ περὶ Παυσανίαν ἐνύπνιον ἑωρακότος, οὐδὲ πρὸς τὴν Ἀθηνᾶν καὶ τὴν Ἥραν νύκτωρ διειλεγμένου. πῶς ἂν οὖν ἐγὼ προενεδεικνύμην Ἀλεξάνδρῳ; εἴ γε μὴ ταὐτὸν ἐνύπνιον ἐγὼ καὶ Δημοσθένης εἴδομεν.
220
ἐπιτιμᾷς δέ μοι, εἰ μὴ συνεχῶς, ἀλλὰ διαλείπων, πρὸς τὸν δῆμον προσέρχομαι, καὶ τὴν ἀξίωσιν ταύτην οἴει λανθάνειν μεταφέρων οὐκ ἐκ δημοκρατίας, ἀλλʼ ἐξ ἑτέρας πολιτείας. ἐν μὲν γὰρ ταῖς ὀλιγαρχίαις οὐχ ὁ βουλόμενος, ἀλλʼ ὁ δυναστεύων δημηγορεῖ, δημηγορεῖ Bekker: κατηγορεῖ MSS. ἐν δὲ ταῖς δημοκρατίαις ὁ βουλόμενος, καὶ ὅταν αὐτῷ δοκῇ. καὶ τὸ μὲν διὰ χρόνου λέγειν σημεῖόν ἐστιν ἐπὶ τῶν καιρῶν καὶ τοῦ συμφέροντος ἀνδρὸς πολιτευομένου, τὸ δὲ μηδεμίαν παραλείπειν ἡμέραν ἐργαζομένου καὶ μισθαρνοῦντος.