225
ἐπιστολὰς δὲ σιγῶ ψευδεῖς καὶ κατασκόπων συλλήψεις καὶ βασάνους ἐπʼ αἰτίαις ἀγενήτοις, ὡς ἐμοῦ μετά τινων νεωτερίζειν νεωτερίζειν Weidner: the MSS. have ἐν τῇ πόλει before or after νεωτερίζειν. βουλομένου.
225
ἔπειτα ἐπερωτᾶν με, ὡς ἐγὼ πυνθάνομαι, μέλλει, τίς ἂν εἴη τοιοῦτος ἰατρός, ὅστις τῷ νοσοῦντι μεταξὺ μὲν ἀσθενοῦντι μηδὲν συμβουλεύοι, τελευτήσαντος δὲ ἐλθὼν εἰς τὰ ἔνατα διεξίοι πρὸς τοὺς οἰκείους ἃ ἐπιτηδεύσας ὑγιὴς ἂν ἐγένετο.
226
σαυτὸν δʼ οὐκ ἀντερωτᾷς, τίς ἂν εἴη δημαγωγὸς τοιοῦτος, ὅστις τὸν μὲν δῆμον θωπεῦσαι δύναιτο, τοὺς δὲ καιροὺς ἐν οἷς ἦν σῴζεσθαι τὴν πόλιν, ἀποδοῖτο, τοὺς δʼ εὖ φρονοῦντας κωλύοι διαβάλλων συμβουλεύειν, ἀποδρὰς δʼ ἐκ τῶν κινδύνων καὶ τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλὼν ἀξιοίη στεφανοῦσθαι ἐπʼ ἀρετῇ, ἀγαθὸν μὲν πεποιηκὼς μηδέν, πάντων δὲ τῶν κακῶν αἴτιος γεγονώς, ἐπερωτῴη δὲ τοὺς συκοφαντηθέντας ἐκ τῆς πολιτείας ἐπʼ ἐκείνων τῶν καιρῶν ὅτʼ ἐνῆν σῴζεσθαι, διὰ τί αὐτὸν οὐκ ἐκώλυσαν ἐξαμαρτάνειν,
227
ἀποκρύπτοιτο δὲ τὸ πάντων τελευταῖον, ὅτι τῆς μάχης ἐπιγενομένης οὐκ ἐσχολάζομεν περὶ τὴν σὴν εἶναι τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως ἐπρεσβεύομεν. ἐπειδὴ δὲ οὐκ ἀπέχρη σοι δίκην μὴ δεδωκέναι, ἀλλὰ καὶ δωρεὰς ᾔτεις, ᾔτεις Blass: αἰτεῖς MSS. καταγέλαστον ἐν τοῖς Ἕλλησι τὴν πόλιν ποιῶν, ἐνταῦθʼ ἐνέστην καὶ τὴν γραφὴν ἀπήνεγκα.
228
καὶ νὴ τοὺς θεοὺς Ὀλυμπίους, ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν, ἐφʼ ᾧ νυνὶ μέλλω λέγειν ἀγανακτῶ μάλιστα. ἀφομοιοῖ γὰρ μου τὴν φύσιν ταῖς Σειρῆσιν. ταῖς Σειρῆσιν Baiter: the MSS. have ὡς ἔοικε before or after ταῖς Σειρῆσιν. καὶ γὰρ ὑπʼ ἐκείνων οὐ κηλεῖσθαί φησι τοὺς ἀκροωμένους, ἀλλʼ ἀπόλλυσθαι, διόπερ οὐδʼ εὐδοκιμεῖν τὴν τῶν Σειρήνων μουσικήν· καὶ δὴ καὶ τὴν τῶν ἐμῶν εὔροιαν εὔροαν λόγων Blass: εὐπορίαν λόγων, λόγων εὐπορίαν, λόγων ἀπορίαν, λόγων ἐμπειρίαν MSS. λόγων καὶ τὴν φύσιν μου γεγενῆσθαι ἐπὶ βλάβῃ τῶν ἀκουόντων. καίτοι τὸν λόγον τοῦτον ὅλως μὲν ἔγωγε οὐδενὶ πρέπειν ἡγοῦμαι περὶ ἐμοῦ λέγειν· τῆς γὰρ αἰτίας αἰσχρὸν τὸν αἰτιώμενόν ἐστι τὸ ἔργον μὴ ἔχειν ἐπιδεῖξαι·